Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §15.79.1-15.79.6

テーバイの海上進出とオルコメノスの破壊

491 / 723 箇所 · ギリシア語

要旨

エパメイノンダスは海軍の軍備を増強し、エーゲ海の諸都市をテーバイの味方へと引き入れた。その後、テーバイはオルコメノスにおける親アテナイの亡命者と騎兵によるクーデターの陰謀を察知し、オルコメノスを破壊して住民を奴隷とした。

§15.79.1εὐθὺς οὖν ὁ δῆμος ἐψηφίσατο τριήρεις μὲν ἑκατὸν ναυπηγεῖσθαι, νεώρια δὲ ταύταις ἴσα τὸν ἀριθμόν, Ῥοδίους δὲ καὶ Χίους καὶ Βυζαντίους προτρέπεσθαι βοηθῆσαι ταῖς ἐπιβολαῖς.
そこで直ちに民会は、百隻の三段櫂船を建造すること、これと同数の造船所を建設すること、そしてロドス人、キオス人、ビュザンティオン人をこの企てを支援するよう促すことを決議した。
αὐτὸς δὲ μετὰ δυνάμεως ἐκπεμφθεὶς ἐπὶ τὰς εἰρημένας πόλεις Λάχητα μὲν τὸν Ἀθηναίων στρατηγόν, ἔχοντα στόλον ἀξιόλογον καὶ διακωλύειν τοὺς Θηβαίους ἀπεσταλμένον, καταπληξάμενος καὶ ἀποπλεῦσαι συναναγκάσας, ἰδίας τὰς πόλεις τοῖς Θηβαίοις ἐποίησεν.
エパメイノンダス自身は軍勢を率いて前述の諸都市に派遣されたが、かなりの規模の艦隊を擁してテーバイ人を妨害するために派遣されていたアテナイの将軍ラケスを威嚇し、退帆することを余儀なくさせ、これらの都市をテーバイの味方とした。
§15.79.2εἰ μὲν οὖν ὁ ἀνὴρ οὗτος πλείω χρόνον ἐπέζησεν, ὡμολογημένως ἂν οἱ Θηβαῖοι τῇ κατὰ γῆν ἡγεμονίᾳ καὶ τὴν τῆς θαλάττης ἀρχὴν προσεκτήσαντο·
もしこの男がより長く生きていたならば、テーバイ人は陸上の覇権に加えて、異論の余地なく海の支配をも手に入れていたであろう。
ἐπεὶ δὲ μετʼ ὀλίγον χρόνον ἐν τῇ περὶ τὴν Μαντίνειαν μάχῃ λαμπροτάτην τὴν νίκην τῇ πατρίδι περιποιήσας ἡρωικῶς ἐτελεύτησεν, εὐθέως καὶ τὰ τῶν Θηβαίων πράγματα τῇ τούτου τελευτῇ συναπέθανεν.
しかし、間もなくしてマンティネイアの戦いで、祖国に最も輝かしい勝利をもたらしたのちに、英雄的な最期を遂げたため、直ちにテーバイ人の国勢も彼の死とともに滅び去った。
ἀλλὰ περὶ μὲν τούτων τὰ κατὰ μέρος μικρὸν ὕστερον ἀκριβῶς διέξιμεν.
しかし、これらの詳細については、少し後で詳しく論じることにしよう。
§15.79.3τότε δὲ τοῖς Θηβαίοις ἔδοξε στρατεύειν ἐπὶ τὸν Ὀρχομενὸν διὰ τοιαύτας τινὰς αἰτίας.
しかしその時、テーバイ人たちは、次のような理由からオルコメノスに対して遠征することを決定した。
τῶν φυγάδων τινὲς βουλόμενοι τὴν ἐν Θήβαις πολιτείαν εἰς ἀριστοκρατικὴν κατάστασιν μεταστῆσαι, συνέπεισαν τοὺς τῶν Ὀρχομενίων ἱππεῖς, ὄντας τριακοσίους, συνεπιλαβέσθαι τῆς ἐπιβολῆς.
亡命者たちの何人かが、テーバイの国制を貴族政へと移行させたいと望んで、三百人からなるオルコメノスの騎兵たちに、この計画に協力するよう説得した。
§15.79.4οὗτοι δὲ εἰωθότες μετὰ Θηβαίων ἀπαντᾶν ἡμέρᾳ τεταγμένῃ πρὸς τὴν ἐξοπλισίαν, εἰς ταύτην συνέθεντο ποιήσασθαι τὴν ἐπίθεσιν·
彼らは定められた日に武装検査のためにテーバイ人と合流するのが常であったため、この日に攻撃を行うことを申し合わせた。
πολλῶν δὲ καὶ ἄλλων κοινωνούντων τῆς προθέσεως καὶ προσορμησάντων, ἀπήντησαν πρὸς τὸν καιρόν.
他の多くの者たちもこの意図を共有し、駆けつけたため、彼らは予定の時間に合流した。
§15.79.5οἱ μὲν οὖν συστησάμενοι τὴν πρᾶξιν μετανοήσαντες ἐδήλωσαν τοῖς βοιωτάρχαις τὴν ἐπίθεσιν, προδόντες τοὺς συνομόσαντας, καὶ διὰ τῆς εὐεργεσίας ταύτης ἑαυτοῖς ἐπορίσαντο τὴν σωτηρίαν.
そこで、この計画を組織した者たちが心変わりし、誓約を共にした者たちを裏切って、ボイオタルケスたちにこの攻撃計画を告げ、この功績によって自分たちの身の安全を確保した。
τῶν δʼ ἀρχόντων συλλαβόντων τοὺς τῶν Ὀρχομενίων ἱππεῖς καὶ παραγαγόν ων εἰς τὴν ἐκκλησίαν, ὁ δῆμος ἐψηφίσατο τούτους μὲν ἀποσφάξαι, τοὺς δʼ Ὀρχομενίους ἐξανδραποδίσασθαι καὶ τὴν πόλιν κατασκάψαι.
執政官たちがオルコメノスの騎兵たちを逮捕し、民会へと引き出したとき、民会は、彼らを処刑すること、そしてオルコメノス人たちを奴隷にし、その都市を徹底的に破壊することを決議した。
ἐκ παλαιῶν γὰρ χρόνων οἱ Θηβαῖοι πρὸς τούτους ἀλλοτρίως διέκειντο, δασμοφοροῦντες μὲν τοῖς Μινύαις ἐν τοῖς ἡρωικοῖς χρόνοις, ὕστερον δʼ ὑφʼ Ἡρακλέους ἐλευθερωθέντες.
というのも、古くからテーバイ人は彼らに対して敵対心を抱いており、英雄時代にはミニュアス人に対して貢納を支払っていたが、後にヘラクレスによって解放されたからである。
§15.79.6οἱ δʼ οὖν Θηβαῖοι καιρὸν ἔχειν νομίσαντες καὶ προφάσεις εὐλόγους τῆς τιμωρίας λαβόντες, ἐστράτευσαν ἐπὶ τὸν Ὀρχομενόν·
こうしてテーバイ人は、好機が到来したと考え、報復のための妥当な口実を得たので、オルコメノスに対して遠征した。
κατασχόντες δὲ τὴν πόλιν τοὺς μὲν ἄνδρας ἀπέκτειναν, τέκνα δὲ καὶ γυναῖκας ἐξηνδραποδίσαντο.
彼らは都市を占領し、男たちを殺害し、子供と女たちを奴隷にした。

語釈・文法注

  1. §15.79.1ἰδίας — 形容詞 ἴδιος の女性複数対格で、τὰς πόλεις に対する述語的形容詞として機能している。「諸都市をテーバイ人にとって身内のもの(同盟国)とした」という意味になる。
  2. §15.79.2τῇ κατὰ γῆν ἡγεμονίᾳ — 複合動詞 προσκτάομαι の接頭辞 προσ-(〜に加えて)に支配される与格。「陸上の覇権に加えて(海上の支配権を)手に入れた」となる。
  3. §15.79.4πολλῶν δὲ καὶ ἄλλων κοινωνούντων τῆς προθέσεως καὶ προσορμησάντων — 独立分詞構文(属格絶対)。現在分詞 κοινωνούντων とアオリスト分詞 προσορμησάντων が並列されており、前者が「意図を共有している」という継続的状態を、後者が「駆けつけた」という一時的動作を表す。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §15.79.1-15.79.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:15.79.1-15.79.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。