Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §15.80.1-15.80.6

佩洛皮达斯远征色萨利与战死

第 492 段,共 723 段 · 希腊语

内容简介

应色萨利人的请求,底比斯派遣了由佩洛皮达斯率领的军队,他不顾不祥的日食预言毅然出征。佩洛皮达斯与僭主亚历山大展开激战,虽牺牲了自己的生命却赢得了最终的胜利,迫使亚历山大接受和约。

§15.80.1περὶ δὲ τοὺς αὐτοὺς καιροὺς Θετταλοὶ πρὸς Ἀλέξανδρον τὸν Φερῶν τύραννον διαπολεμοῦντες, καὶ πλείοσι μάχαις ἡττωμένοι, πολλοὺς δὲ τῶν στρατιωτῶν ἀπολωλεκότες, πρέσβεις ἀπέστειλαν πρὸς Θηβαίους, ἀξιοῦντες αὐτοῖς βοηθῆσαι καὶ στρατηγὸν αὐτοῖς ἐξαποστεῖλαι Πελοπίδαν.
大约在同一时期,色萨利人与费赖的篡位者亚历山大进行战争,但在多次交战中落败,并损失了许多士兵,于是他们向底比斯人派遣了使节,请求援助并派遣佩洛皮达作为将军前去。
ᾔδεισαν γὰρ τοῦτον τὸν ἄνδρα διὰ τὴν ὑπʼ Ἀλεξάνδρου σύλληψιν ἀλλοτριώτατα διακείμενον πρὸς τὸν δυνάστην, ἅμα δὲ καὶ ἀνδρείᾳ διάφορον καὶ ἐπὶ στρατηγικῇ συνέσει διαβεβοημένον.
因为他们深知,此人由于曾被亚历山大逮捕而对该统治者怀有极深的敌意,同时他英勇超群,并以卓越的军事智慧闻名遐迩。
§15.80.2συναχθείσης δὲ τῆς κοινῆς συνόδου τῶν Βοιωτῶν, καὶ τῶν πρέσβεων διαλεχθέντων περὶ ὧν εἶχον ἐντολάς, οἱ μὲν Βοιωτοὶ πάντα συνεχώρησαν τοῖς Θετταλοῖς, καὶ δόντες εἰς ἑπτακισχιλίους στρατιώτας τῷ Πελοπίδᾳ συντόμως ἐκέλευον βοηθεῖν αὐτὸν τοῖς δεομένοις·
当玻奥提亚人的联席会议召开,使节们陈述了所受的指示后,玻奥提亚人完全同意了色萨利人的请求,并给佩洛皮达配给约七千名士兵,敦促他迅速援助求助之人。
τοῦ δὲ Πελοπίδου ταχέως μετὰ τῆς δυνάμεως ἐξιόντος συνέβη τὸν ἥλιον ἐκλιπεῖν.
然而,正当佩洛皮达率领军队迅速出发时,发生了日食。
§15.80.3πολλῶν δὲ τὸ γεγονὸς ὑποπτευσαμένων, τῶν μάντεών τινες ἀπεφήναντο διὰ τὴν γενομένην ἔξοδον τῶν στρατιωτῶν ἐκλιπεῖν τὸν τῆς πόλεως ἥλιον.
当许多人对这一现象产生怀疑和忧虑时,一些占卜者断言,由于士兵的出发,“城邦的太阳”正在陨落。
καὶ διὰ τούτων τῶν λόγων προλεγόντων τὸν τοῦ Πελοπίδου θάνατον, οὐδὲν ἧττον ὁ Πελοπίδας ἀνέζευξεν ἐπὶ τὴν στρατείαν, ὑπὸ τοῦ χρεὼν ἀγόμενος.
尽管这些预言宣告了佩洛皮达的死亡,但佩洛皮达依然在命运的驱使下,义无反顾地踏上了远征的旅程。
§15.80.4ὡς δὲ κατήντησεν εἰς τὴν Θετταλίαν, καὶ τὸν Ἀλέξανδρον κατέλαβε προκατειλημμένον τοὺς ὑπερδεξίους τόπους καὶ στρατιώτας ἔχοντα πλείους τῶν δισμυρίων, ἀντεστρατοπέδευσε μὲν τοῖς πολεμίοις, προσλαβόμενος δὲ συμμάχους παρὰ τῶν Θετταλῶν συνῆψε μάχην τοῖς ἐναντίοις.
当他抵达色萨利,发现亚历山大已经抢占了制高点,并拥有超过两万名士兵时,他便在敌人的对立面驻扎营地,并在联合了色萨利盟军后,与对手展开交战。
§15.80.5τοῦ δὲ Ἀλεξάνδρου διὰ τὰς ὑπεροχὰς τῶν τόπων πλεονεκτοῦντος, ὁ Πελοπίδας σπεύδων διὰ τῆς ἰδίας ἀνδρείας κρῖναι τὴν μάχην ἐπʼ αὐτὸν ὥρμησε τὸν Ἀλέξανδρον.
由于亚历山大凭借地势之利占了上风,佩洛皮达渴望通过自身的英勇来决出胜负,于是直冲亚历山大本人而去。
τοῦ δὲ δυνάστου μετὰ τῶν ἐπιλέκτων ὑποστάντος, ἐγένετο μάχη καρτερά, καθʼ ἣν ὁ Πελοπίδας ἀριστεύων πάντα τὸν περὶ αὐτὸν τόπον νεκρῶν κατέστρωσε, τέλος δʼ ἐπιθεὶς τῷ κινδύνῳ καὶ τοὺς πολεμίους τρεψάμενος τὴν μὲν νίκην περιεποιήσατο, τὸν δὲ αὑτοῦ βίον ἀπέβαλε, πολλοῖς περιπεσὼν τραύμασι καὶ τὸ ζῆν ἡρωικῶς προέμενος.
统治者率领精锐部队顽强抵抗,展开了一场恶战,在战斗中佩洛皮达勇冠三军,使他周围遍地陈尸,并最终结束了这场危机,击溃了敌人,赢得了胜利,但他自己也因多处受伤,在英勇地献出了生命后牺牲。
§15.80.6ὁ δʼ Ἀλέξανδρος δευτέρᾳ μάχῃ λειφθεὶς καὶ τοῖς ὅλοις συντριβείς, ἠναγκάσθη καθʼ ὁμολογίαν τοῖς μὲν Θετταλοῖς τὰς καταπεπολεμημένας πόλεις ἀποδοῦναι, Μάγνητας δὲ καὶ τοὺς Φθιώτας Ἀχαιοὺς παραδοῦναι Βοιωτοῖς, καὶ τὸ λοιπὸν Φερῶν μόνων ἄρχοντα σύμμαχον εἶναι Βοιωτοῖς.
而亚历山大在第二场战斗中落败且全军覆没,被迫按照协议将征服的城市归还给色萨利人,将马格内斯人和弗西奥提斯的阿卡亚人移交给玻奥提亚人,并在今后仅统治费赖一地,成为玻奥提亚人的盟友。

词汇与语法注释

  1. 15.80.1ᾔδεισαν γὰρ τοῦτον τὸν ἄνδρα ... διακείμενον ... διάφορον καὶ ... διαβεβοημένον — 动词 ᾔδεισαν(ᾔδειν“知道”的第三人称复数)带分词作间接陈述。在此处,分词 διακείμενον 直接修饰宾格主语 τοῦτον τὸν ἄνδρα(佩洛皮达)。而形容词 διάφορον(卓越的)和虚拟完成时被动分词 διαβεβοημένον(著名的)则省略了系动词分词 ὄντα,作为 ᾔδεισαν 的宾格补足语并列呈现。
  2. 15.80.2εἰς ἑπτακισχιλίους — 前置词 εἰς 连用数词(此处为 ἑπτακισχιλίους“七千”)时,起副词性作用,表示概数或上限,意为“大约”或“多达”。在此处表示“约七千名士兵”,而非精确的七千人。
  3. 15.80.3προλεγόντων — 此现在分词构成了属格独立结构(διὰ τούτων τῶν λόγων προλεγόντων)的一部分。在此处它带有让步语气(“尽管这些话预言了……”),其语义被后文的 οὐδὲν ἧττον(即便如此)进一步加强。
  4. 15.80.5τέλος δʼ ἐπιθεὶς τῷ κινδύνῳ — 惯用表达 τέλος ἐπιτίθημι(给……带来终结、完成)连用与格 τῷ κινδύνῳ(危险、战斗)。它表明佩洛皮达斯为战斗画上了句号,或者说冒着生命危险彻底解决了这场危机。
  5. 15.80.6τοῖς ὅλοις — 使用中性复数 τὰ ὅλα 与格的副词性表达,意为“彻底地”或“完全地”。在此处强调了亚历山大在战败后,其军事和政治势力遭到了根本性的毁灭性打击。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §15.80.1-15.80.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:15.80.1-15.80.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。