Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §15.74.1-15.74.5

狄奥尼修斯一世悲剧夺冠与死亡原委

第 486 段,共 723 段 · 希腊语

内容简介

本段叙述了狄奥尼修斯一世在收到雅典悲剧竞赛获胜的消息后,因在庆祝宴会上过度饮酒而病逝的经过,这讽刺地实现了神谕,以及其子狄奥尼修斯二世继承权力的过程。

§15.74.1οὐκ ἀνοίκειον δʼ ἐστὶ τῆς ὑποκειμένης ἱστορίας φδιελθεῖν τάς τε αἰτίας τῆς τελευτῆς καὶ τὰ συμβάντα τούτῳ τῷ δυνάστῃ περὶ τὴν τοῦ βίου καταστροφήν.
叙述这位统治者去世的原因以及在他生命终结时发生的事情,对于本书的主题并非不合时宜。
Διονυσίου τοίνυν δεδιδαχότος Ἀθήνησι Ληναίοις τραγῳδίαν καὶ νικήσαντος, τῶν ἐν τῷ χορῷ τις ᾀδόντων ὑπολαβὼν τιμηθήσεσθαι λαμπρῶς, ἐὰν πρῶτος ἀπαγγείλῃ τὴν νίκην, διέπλευσεν εἰς τὴν Κόρινθον.
且说,当狄奥尼修斯在雅典的列奈亚节上演悲剧并获胜时,合唱队中唱歌的人中有一位认为,如果自己第一个报告这一胜利,就会获得丰厚的奖赏,于是乘船渡海前往科林斯。
καταλαβὼν δʼ ἐκεῖ ναῦν ἐκπλέουσαν εἰς Σικελίαν καὶ μετεμβὰς εἰς ταύτην, οὐρίοις ἐχρήσατο πνεύμασι, καὶ καταπλεύσας εἰς Συρακούσας συντόμως ἀπήγγειλε τῷ τυράννῳ τὴν νίκην.
他在那里发现了一艘驶往西西里的船只并改乘该船,凭借顺风,驶抵叙拉古,随即将胜利的消息报告给这位僭主。
§15.74.2ὁ δὲ Διονύσιος τοῦτον μὲν ἐτίμησεν, αὐτὸς δὲ περιχαρὴς ἐγένετο καὶ τοῖς θεοῖς εὐαγγέλια θύσας πότους καὶ μεγάλας εὐωχίας ἐπετέλεσεν.
狄奥尼修斯奖赏了这个人,他自己也变得极其快乐,并向神明献上感恩的祭品,举行了酒宴和盛大的宴会。
ἑστιῶν δὲ λαμπρῶς τοὺς φίλους, καὶ κατὰ τοὺς πότους φιλοτιμότερον τῇ μέθῃ δοὺς ἑαυτόν, εἰς ἀρρωστίαν σφοδροτέραν ἐνέπεσε διὰ τὸ πλῆθος τῶν ἐμφορηθέντων ὑγρῶν.
在慷慨款待朋友们时,他在酒宴上比平时更加好胜地沉湎于饮酒,由于摄入了大量的液体,他陷入了极严重的疾病之中。
§15.74.3ἔχων δὲ παρὰ θεῶν λόγιον, τότε τελευτήσειν ὅταν τῶν κρειττόνων περιγένηται, τὸν χρησμὸν ἀνέφερεν ἐπὶ τοὺς Καρχηδονίους, ὑπολαμβάνων τούτους κρείττους ἑαυτοῦ εἶναι.
他曾从神明那里得到一条神谕,说他将在战胜比自己更强者时死去,于是他将这条神谕套用在迦太基人身上,认为他们是比自己更强的人。
διὸ καὶ πρὸς αὐτοὺς πλεονάκις πεπολεμηκὼς εἰώθει κατὰ τὰς νίκας ὑποφεύγειν καὶ ἑκουσίως ἡττᾶσθαι, ἵνα μὴ δόξῃ τῶν ἰσχυροτέρων γεγονέναι κρείττων.
因此,尽管他曾多次与他们交战,但他习惯于在胜利时退却并自愿认输,以免显得战胜了那些更强大的人。
§15.74.4οὐ μὴν ἠδυνήθη γε τῇ πανουργίᾳ κατασοφίσασθαι τὴν ἐκ τῆς πεπρωμένης ἀνάγκην, ἀλλὰ ποιητὴς ὢν κακὸς καὶ διακριθεὶς ἐν Ἀθήναις ἐνίκησε τοὺς κρείττονας ποιητάς.
然而,他绝无法用自己的狡黠来欺骗命运的必然性;他虽然是个拙劣的诗人,但在雅典参加竞赛时却战胜了比他更好的诗人。
εὐλόγως οὖν κατὰ τὸν χρησμὸν διὰ τὸ περιγενέσθαι τῶν κρειττόνων ἐπακολουθοῦσαν ἔσχε τὴν τοῦ βίου τελευτήν.
因此,正如神谕所说,由于他战胜了比他更好的人,他的生命终结便合乎情理地接踵而至。
§15.74.5ὁ δὲ Διονύσιος ὁ νεώτερος διαδεξάμενος τὴν τυραννίδα, πρῶτον τὰ πλήθη συναγαγὼν εἰς ἐκκλησίαν παρεκάλεσε τοῖς οἰκείοις λόγοις τηρεῖν τὴν πατροπαράδοτον πρὸς αὐτὸν εὔνοιαν, ἔπειτα τὸν πατέρα μεγαλοπρεπῶς θάψας κατὰ τὴν ἀκρόπολιν πρὸς ταῖς βασιλίσι καλουμέναις πύλαις, ἠσφαλίσατο τὰ κατὰ τὴν ἀρχήν.
而继承了僭主职位的年轻狄奥尼修斯,首先召集民众举行公民大会,用得体的言辞劝导他们保持对他的祖辈相传的好意,接着在卫城附近被称为“王门”的城门旁,庄严地安葬了父亲,从而巩固了统治。

词汇与语法注释

  1. §15.74.1φδιελθεῖν — 这显然是抄本中的讹误或印刷错误,应理解为不定式 `διελθεῖν`(`διέρχομαι`“详细叙述、通过”的不定过去时主动式)。它构成了非人称表达 `οὐκ ἀνοίκειον ἐστὶ...`(“……并非不合时宜”)的主语不定式短语。
  2. §15.74.1Διονυσίου τοίνυν δεδιδαχότος — 属格独立结构(genitive absolute)的开始。动词 `διδάσκω`(“教”)在此处用于古代雅典戏剧背景下的专业含义,指诗人通过指导合唱队和演员来“上演、制作戏剧”。
  3. §15.74.3τῶν κρειττόνων — 比较级 `κρείττων` 的属格复数形式,作为支配动词 `περιγένηται`(“战胜、超越”)的补足语。该词具有双重含义:“(在武力/权力上)更强者”和“(在才能/技艺上)更优者”,这构成了狄奥尼修斯的误解与神谕最终实现的讽刺性双关。
  4. §15.74.4διακριθεὶς — 动词 `διακρίνω`(“判定、区分”)的被动不定过去时分词,在此处的竞争(戏剧竞赛)背景下,意为“接受评判”或“参与竞争”。
  5. §15.74.4ἐπακολουθοῦσαν ἔσχε τὴν τοῦ βίου τελευτήν — 现在分词 `ἐπακολουθοῦσαν`(“接踵而至”)处于修饰宾语 `τὴν τοῦ βίου τελευτήν` 的谓语性(predicative)位置,与动词 `ἔσχε`(`ἔχω` 的不定过去时)连用,表达了一种因果顺承关系,即“他让生命的终结接踵而至”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §15.74.1-15.74.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:15.74.1-15.74.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。