§15.73.1κατὰ δὲ τὴν Σικελίαν Διονύσιος ὁ τύραννος ἔχων δυνάμεις ἀξιολόγους, καὶ τοὺς Καρχηδονίους ὁρῶν οὐκ εὖ διακειμένους πρὸς τὸν πόλεμον διά τε τὴν γεγενημένην παρʼ αὐτοῖς λοιμικὴν νόσον καὶ τὴν ἀπόστασιν τῶν Λιβύων, ἔγνω στρατεύειν ἐπʼ αὐτούς.
在西西里,僭主狄奥尼修斯拥有相当可观的力量,并且看到迦太基人既因为在他们之中发生的瘟疫,也因为利比亚人的起义而对战争处于不利状态,于是决定对他们出兵。
οὐκ ἔχων δὲ πρόφασιν ἀξιόλογον τῆς διαφορᾶς, προσεποιήθη τοὺς κατὰ τὴν ἐπικράτειαν Φοίνικας ἐπιβεβηκέναι τῆς ὑπʼ αὐτὸν χώρας.
但由于没有争端的合理借口,他便假称在他们领地内的腓尼基人侵犯了受他统治的领土。
§15.73.2παρασκευασάμενος οὖν πεζοὺς μὲν τρισμυρίους, ἱππεῖς δὲ τρισχιλίους, τριήρεις δὲ τριακοσίας καὶ τὴν ἁρμόζουσαν τῇ δυνάμει ταύτῃ παρασκευήν, ἐνέβαλεν εἰς τὴν ὑπὸ Καρχηδονίους χώραν.
于是,他准备了三万步兵、三千骑兵、三百艘三列桨战船以及适合这支力量的装备,侵入了迦太基人统治下的领土。
καὶ Σελινοῦντα μὲν καὶ Ἔντελλαν εὐθὺς προσηγάγετο, καὶ τὴν χώραν πᾶσαν πορθήσας καὶ τῆς πόλεως τῶν Ἐρυκίνων ἐγκρατὴς γενόμενος ἐπολιόρκησε Λιλύβαιον· πολλῶν δʼ ὄντων ἐν αὐτῷ στρατιωτῶν τὴν πολιορκίαν ἔλυσεν.
他立刻使塞利努斯和恩泰拉归顺,并在劫掠了整个地区、占领了埃里克司人的城市之后,包围了莉莉拜乌姆;但由于城内士兵众多,他解除了包围。
§15.73.3ἀκούσας δὲ τὰ νεώρια τῶν Καρχηδονίων ἐμπεπρῆσθαι, καὶ δόξας πάντα τὸν στόλον αὐτῶν διεφθάρθαι, κατεφρόνησε, καὶ τῶν ἰδίων τριήρων ἑκατὸν μὲν καὶ τριάκοντα τὰς ἀρίστας ἀπέστειλεν εἰς τὸν τῶν Ἐρυκίνων λιμένα, τὰς δʼ ἄλλας ἁπάσας ἐξέπεμψεν εἰς τὰς Συρακούσας.
在听说迦太基人的船坞被焚毁,并以为他们的全部舰队已被消灭之后,他产生了轻蔑之心,并从自己的三列桨战船中派遣了一百三十艘最精良的到埃里克司人的港口,而将其余的所有船只送回了叙拉古。
§15.73.4οἱ δὲ Καρχηδόνιοι παραδόξως διακοσίας ναῦς πληρώσαντες ἐπέπλευσαν ταῖς ὁρμούσαις ἐν τῷ λιμένι τῶν Ἐρυκίνων· ἀνελπίστου δὲ τῆς ἐπιθέσεως γενομένης ἀπήγαγον τῶν τριήρων τὰς πλείστας.
然而,迦太基人出人意料地配齐了两百艘船的人员,袭击了停泊在埃里克司人港口内的船只;由于这次袭击出其不意,他们夺走了大部分三列桨战船。
μετὰ δὲ ταῦτα τοῦ χειμῶνος ἐνστάντος ἀνοχὰς ποιησάμενοι διεχωρίσθησαν εἰς τὰς οἰκείας ἑκάτεροι πόλεις.
在此之后,随着冬季的到来,双方缔结了停战协定,各自撤回了本国的城市。
§15.73.5μετʼ ὀλίγον δὲ χρόνον Διονύσιος εἰς ἀρρωστίαν ἐμπεσὼν ἐτελεύτησε, δυναστεύσας ἔτη τριάκοντα καὶ ὀκτώ· τὴν δὲ ἀρχὴν διαδεξάμενος ὁ υἱὸς Διονύσιος ἐτυράννευσεν ἔτη δώδεκα.
不久之后,狄奥尼修斯因病去世,统治了三十八年;其子狄奥尼修斯继承了政权,作为僭主统治了十二年。