§15.72.1ἐπιζητουμένης δὲ τῆς αἰτίας, πῶς ὁ τοιοῦτος ἀνὴρ ἰδιώτης ὢν ἐστρατεύετο μετὰ τῶν εἰς Θετταλίαν ἀποσταλέντων, ἀποδοτέον τὸν οἰκεῖον λόγον τῆς ἀπολογίας.
由于人们会追问,这样一个人物在一介平民的情况下,为何会与派遣到色萨利的人一同从军,因此必须对他的辩护给出恰当的说明。
τῇ μάχῃ τῇ περὶ Κόρινθον Ἐπαμεινώνδας διακόψας τὴν ἐπὶ τοῦ προτειχίσματος φυλακὴν τῶν Λακεδαιμονίων, καὶ δυνάμενος πολλοὺς ἀνελεῖν τῶν πολεμίων, ἠρκέσθη τῷ προτερήματι καὶ τῆς ἐπὶ πλεῖον μάχης ἀπέστη.
在科林斯附近的战斗中,伊帕密浓达攻破了拉栖代梦人在前哨防线上的守备队,他本可以消灭许多敌人,却满足于最初的优势,停止了进一步的交战。
§15.72.2γενομένης δὲ περὶ αὐτὸν ἱκανῆς ὑποψίας ὡς πεφεισμένου τῶν Λακεδαιμονίων ἰδίας ἕνεκα χάριτος, οἱ φθονοῦντες αὐτοῦ τῇ δόξῃ καιρὸν ἔλαβον εὐλόγου διαβολῆς.
由于人们对他产生了充分的怀疑,认为他是出于私人的恩惠而对拉栖代梦人手下留情,那些嫉妒他声誉的人便得到了进行合乎情理的诽谤的机会。
ἐπενεγκάντων οὖν αὐτῷ προδοσίας ἔγκλημα, τὸ πλῆθος παροξυνθὲν ἀπέστησεν αὐτὸν τῆς βοιωταρχίας, καὶ ἰδιώτην ποιῆσαν ἐξαπέστειλε μετὰ τῶν ἄλλων.
因此,当他们对他提出叛国罪的指控时,激愤的民众免去了他波奥提亚将军的职务,并使他降为平民,与其他士兵一同派遣了出去。
ὡς δὲ ἀπὸ τῶν ἀποτελεσμάτων ἐξήλειψε τὰς καθʼ ἑαυτοῦ διαβολάς, τότε ὁ δῆμος ἀποκατέστησεν αὐτὸν εἰς τὴν προγεγενημένην εὐδοξίαν.
但是,当他用实际的战果洗清了针对自己的诽谤后,当时民众便恢复了他在之前所拥有的名声。
§15.72.3μετʼ ὀλίγον δὲ χρόνον Λακεδαιμονίοις πρὸς Ἀρκάδας ἐγένετο μεγάλη μάχη, ἐν ᾗ ἐνίκησαν Λακεδαιμόνιοι ἐπιφανῶς.
不久之后,拉栖代梦人与阿卡迪亚人之间发生了一场大战,在这场战斗中拉栖代梦人取得了辉煌的胜利。
μετὰ γὰρ τὴν ἐν Λεύκτροις ἧτταν τοῦτο πρῶτον αὐτοῖς παράδοξον εὐτύχημα ἐγένετο· ἔπεσον γὰρ Ἀρκάδων μὲν ὑπὲρ τοὺς μυρίους, Λακεδαιμονίων δʼ οὐδείς.
因为在留克特拉战败之后,这是他们第一次意想不到的幸运:阿卡迪亚人战死了万余人,而拉栖代梦人则无一人阵亡。
προεῖπον δʼ αὐτοῖς αἱ Δωδωνίδες ἱέρειαι, διότι πόλεμος οὗτος Λακεδαιμονίοις ἄδακρυς ἔσται.
多多纳的女祭司们曾预言,这场战争对拉栖代梦人来说将是一场无泪的战争。
§15.72.4μετὰ δὲ τὴν μάχην οἱ Ἀρκάδες, φοβηθέντες τὰς τῶν Λακεδαιμονίων εἰσβολάς, ἔκτισαν ἐπί τινος ἐπικαίρου τόπου τὴν ὀνομαζομένην Μεγάλην πόλιν, συρρίψαντες εἰς αὐτὴν κώμας εἴκοσι τῶν ὀνομαζομένων Μαιναλίων καὶ Παρρασίων Ἀρκάδων.
战斗之后,阿卡迪亚人害怕拉栖代梦人的入侵,在某个要冲之地建立了一座被称为“大都市”的城市,并将被称为迈纳利乌斯和帕拉西乌斯的阿卡迪亚人的二十个村庄合并并入其中。
καὶ τὰ μὲν κατὰ τοὺς Ἕλληνας ἐν τούτοις ἦν.
希腊人的事务便处于这些情况之中。