§15.73.1κατὰ δὲ τὴν Σικελίαν Διονύσιος ὁ τύραννος ἔχων δυνάμεις ἀξιολόγους, καὶ τοὺς Καρχηδονίους ὁρῶν οὐκ εὖ διακειμένους πρὸς τὸν πόλεμον διά τε τὴν γεγενημένην παρʼ αὐτοῖς λοιμικὴν νόσον καὶ τὴν ἀπόστασιν τῶν Λιβύων, ἔγνω στρατεύειν ἐπʼ αὐτούς.
一方シケリアでは、僭主ディオニュシオスは相当な軍事力を有しており、またカルタゴ人たちが、自らの間で発生した疫病とリビア人たちの反乱のために、戦争に対して芳しくない状況にあるのを見て、彼らに対して遠征することを決意した。
οὐκ ἔχων δὲ πρόφασιν ἀξιόλογον τῆς διαφορᾶς, προσεποιήθη τοὺς κατὰ τὴν ἐπικράτειαν Φοίνικας ἐπιβεβηκέναι τῆς ὑπʼ αὐτὸν χώρας.
しかし彼は紛争のためのしかるべき口実を持たなかったので、自らの支配下にある領域内のフェニキア人たちが、彼の支配下にある領土を侵犯したと見せかけた。
§15.73.2παρασκευασάμενος οὖν πεζοὺς μὲν τρισμυρίους, ἱππεῖς δὲ τρισχιλίους, τριήρεις δὲ τριακοσίας καὶ τὴν ἁρμόζουσαν τῇ δυνάμει ταύτῃ παρασκευήν, ἐνέβαλεν εἰς τὴν ὑπὸ Καρχηδονίους χώραν.
そこで歩兵三万人、騎兵三千人、三段櫂船三百隻、およびこの軍事力にふさわしい装備を整えると、カルタゴ人の支配下にある地域に侵入した。
καὶ Σελινοῦντα μὲν καὶ Ἔντελλαν εὐθὺς προσηγάγετο, καὶ τὴν χώραν πᾶσαν πορθήσας καὶ τῆς πόλεως τῶν Ἐρυκίνων ἐγκρατὴς γενόμενος ἐπολιόρκησε Λιλύβαιον·
そしてただちにセリヌスとエンテラを帰順させ、全域を略奪し、エルクス人の都市を掌握すると、リリュバイオンを包囲した。
πολλῶν δʼ ὄντων ἐν αὐτῷ στρατιωτῶν τὴν πολιορκίαν ἔλυσεν.
しかし、そこには多くの兵士がいたため、彼は包囲を解いた。
§15.73.3ἀκούσας δὲ τὰ νεώρια τῶν Καρχηδονίων ἐμπεπρῆσθαι, καὶ δόξας πάντα τὸν στόλον αὐτῶν διεφθάρθαι, κατεφρόνησε, καὶ τῶν ἰδίων τριήρων ἑκατὸν μὲν καὶ τριάκοντα τὰς ἀρίστας ἀπέστειλεν εἰς τὸν τῶν Ἐρυκίνων λιμένα, τὰς δʼ ἄλλας ἁπάσας ἐξέπεμψεν εἰς τὰς Συρακούσας.
またカルタゴ人の造船所が放火されたと聞き、彼らの艦隊がすべて壊滅したと考えたため、彼は相手を軽視し、自軍の三段櫂船のうち、最も優れた百三十隻をエルクス人の港へ派遣し、残りのすべてはシュラクサイへと送り出した。
§15.73.4οἱ δὲ Καρχηδόνιοι παραδόξως διακοσίας ναῦς πληρώσαντες ἐπέπλευσαν ταῖς ὁρμούσαις ἐν τῷ λιμένι τῶν Ἐρυκίνων·
しかしカルタゴ人たちは予想に反して二百隻の船に人員を満載し、エルクス人の港に停泊していた船に襲いかかった。
ἀνελπίστου δὲ τῆς ἐπιθέσεως γενομένης ἀπήγαγον τῶν τριήρων τὰς πλείστας.
攻撃が不意打ちであったため、彼らは三段櫂船の大部分を拿捕して連れ去った。
μετὰ δὲ ταῦτα τοῦ χειμῶνος ἐνστάντος ἀνοχὰς ποιησάμενοι διεχωρίσθησαν εἰς τὰς οἰκείας ἑκάτεροι πόλεις.
この後、冬が始まったので、双方は休戦を結び、それぞれ自らの都市へと撤退した。
§15.73.5μετʼ ὀλίγον δὲ χρόνον Διονύσιος εἰς ἀρρωστίαν ἐμπεσὼν ἐτελεύτησε, δυναστεύσας ἔτη τριάκοντα καὶ ὀκτώ·
しばらくして、ディオニュシオスは病に倒れて亡くなった。 彼は三十八年間支配した。
τὴν δὲ ἀρχὴν διαδεξάμενος ὁ υἱὸς Διονύσιος ἐτυράννευσεν ἔτη δώδεκα.
そして息子のディオニュシオスが権力を継承し、十二年間僭主として支配した。