§15.6.1κατὰ δὲ τὴν Σικελίαν Διονύσιος ὁ τῶν Συρακοσίων τύραννος ἀπολελυμένος τῶν πρὸς Καρχηδονίους πολέμων πολλὴν εἰρήνην καὶ σχολὴν εἶχεν.
另一方面,在西西里,叙拉古的僭主狄奥尼修斯由于从同迦太基人的战争中抽身,享有充分的和平与闲暇。
διὸ καὶ ποιήματα γράφειν ὑπεστήσατο μετὰ πολλῆς σπουδῆς, καὶ τοὺς ἐν τούτοις δόξαν ἔχοντας μετεπέμπετο καὶ προτιμῶν αὐτοὺς συνδιέτριβε καὶ τῶν ποιημάτων ἐπιστάτας καὶ διορθωτὰς εἶχεν.
因此,他开始以极大的热情撰写诗歌,召集在诗坛享有盛名的人,重用他们并与他们共处,让他们担任自己诗作的监督和校订者。
ὑπὸ δὲ τούτων διὰ τὰς εὐεργεσίας τοῖς πρὸς χάριν λόγοις μετεωριζόμενος ἐκαυχᾶτο πολὺ μᾶλλον ἐπὶ τοῖς ποιήμασιν ἢ τοῖς ἐν πολέμῳ κατωρθωμένοις.
由于他对这些人的恩惠,他被他们的阿谀奉承捧得飘飘然,比起在战争中的丰功伟绩,他更喜欢夸耀自己的诗歌。
§15.6.2τῶν δὲ συνόντων αὐτῷ ποιητῶν Φιλόξενος ὁ διθυραμβοποιός, μέγιστον ἔχων ἀξίωμα κατὰ τὴν κατασκευὴν τοῦ ἰδίου ποιήματος, κατὰ τὸ συμπόσιον ἀναγνωσθέντων τῶν τοῦ τυράννου ποιημάτων μοχθηρῶν ὄντων ἐπηρωτήθη περὶ τῶν ποιημάτων τίνα κρίσιν ἔχοι.
在陪伴他的诗人中,双歌剧诗人皮洛克塞诺斯在创作自己独特的诗歌方面享有最高的声望,在一次宴会上,僭主朗读了自己那些拙劣的诗作,并询问皮洛克塞诺斯对这些诗有什么评价。
ἀποκριναμένου δʼ αὐτοῦ παρρησιωδέστερον, ὁ μὲν τύραννος προσκόψας τοῖς ῥηθεῖσι, καὶ καταμεμψάμενος ὅτι διὰ φθόνον ἐβλασφήμησε, προσέταξε τοῖς ὑπηρέταις παραχρῆμα ἀπάγειν εἰς τὰς λατομίας.
当皮洛克塞诺斯相当直率地回答后,僭主对这些话感到愤怒,指责他是出于嫉妒而进行诽谤,便立即命令随从将他押往采石场。
§15.6.3τῇ δʼ ὑστεραίᾳ τῶν φίλων παρακαλούντων συγγνώμην δοῦναι τῷ Φιλοξένῳ, διαλλαγεὶς αὐτῷ πάλιν τοὺς αὐτοὺς παρέλαβεν ἐπὶ τὸ συμπόσιον.
第二天,由于朋友们恳求他宽恕皮洛克塞诺斯,狄奥尼修斯与他达成了和解,并再次邀请同样的一批人参加宴会。
προβαίνοντος δὲ τοῦ πότου, καὶ πάλιν τοῦ Διονυσίου καυχωμένου περὶ τῶν ἰδίων ποιημάτων, καί τινας στίχους τῶν δοκούντων ἐπιτετεῦχθαι προενεγκαμένου, καὶ ἐπερωτῶντος ποῖά τινά σοι φαίνεται τὰ ποιήματα ὑπάρχειν;
随着饮酒的进行,狄奥尼修斯又开始夸耀自己的诗歌,并展示了几句似乎写得很成功的诗句,问道:“你觉得这些诗歌怎么样?
ἄλλο μὲν οὐδὲν εἶπε, τοὺς δʼ ὑπηρέτας τοῦ Διονυσίου προσκαλεσάμενος ἐκέλευσεν αὑτὸν ἀπαγαγεῖν εἰς τὰς λατομίας.
”皮洛克塞诺斯一言不发,只是召来狄奥尼修斯的随从,命令他们把自己带回采石场。
§15.6.4τότε μὲν οὖν διὰ τὴν εὐτραπελίαν τῶν λόγων μειδιάσας ὁ Διονύσιος ἤνεγκε τὴν παρρησίαν, τοῦ γέλωτος τὴν μέμψιν ἀμβλύνοντος· μετʼ ὀλίγον δὲ τῶν γνωρίμων ἅμα καὶ τοῦ Διονυσίου παραιτουμένων τὴν ἄκαιρον παρρησίαν, ὁ Φιλόξενος ἐπηγγείλατο παράδοξόν τινα ἐπαγγελίαν.
当时,狄奥尼修斯因其言语的机智而微微一笑,忍受了这份直率,因为笑声冲淡了责备;但不久之后,当熟人和狄奥尼修斯都劝说他要避免不合时宜的直率时,皮洛克塞诺斯做出了一个看似矛盾的承诺。
ἔφη γὰρ διὰ τῆς ἀποκρίσεως τηρήσειν ἅμα καὶ τὴν ἀλήθειαν καὶ τὴν εὐδόκησιν τοῦ Διονυσίου, καὶ οὐ διεψεύσθη.
因为他说他的回答将同时维护真相和狄奥尼修斯的满意,而他确实没有食言。
§15.6.5τοῦ γὰρ τυράννου προενεγκαμένου τινὰς στίχους ἔχοντας ἐλεεινὰ πάθη, καὶ ἐρωτήσαντος ποῖά τινα φαίνεται τὰ ποιήματα; εἶπεν οἰκτρά, διὰ τῆς ἀμφιβολίας ἀμφότερα τηρήσας.
当僭主展示了几句包含悲惨遭遇的诗句并询问“这些诗歌感觉如何”时,皮洛克塞诺斯回答道“可怜”,通过这个双关语同时维护了这两点。
ὁ μὲν γὰρ Διονύσιος ἐδέξατο τὰ οἰκτρὰ εἶναι ἐλεεινὰ καὶ συμπαθείας πλήρη, τὰ δὲ τοιαῦτα εἶναι ποιητῶν ἀγαθῶν ἐπιτεύγματα, ὅθεν ὡς ἐπῃνεκότα αὐτὸν ἀπεδέχετο· οἱ δʼ ἄλλοι τὴν ἀληθινὴν διάνοιαν ἐκδεξάμενοι πᾶν τὸ οἰκτρὸν ἀποτεύγματος φύσιν εἰρῆσθαι διελάμβανον.
因为狄奥尼修斯理解的“可怜”是指充满悲悯和同情,而这正是优秀诗人的成就,因此他把这当作对自己的赞美而予以接受;但其他人则理解了其真实的意图,明白所有“可怜的”一词其实都是指具有失败之作的性质。