§15.7.1παραπλήσιον δὲ συνέβη καὶ περὶ Πλάτωνα τὸν φιλόσοφον γενέσθαι.
同様のことが哲学者プラトンに関しても起こった。
μεταπεμψάμενος γὰρ τὸν ἄνδρα τοῦτον τὸ μὲν πρῶτον ἀποδοχῆς ἠξίου τῆς μεγίστης, ὁρῶν αὐτὸν παρρησίαν ἔχοντα ἀξίαν τῆς φιλοσοφίας· ὕστερον δʼ ἔκ τινων λόγων προσκόψας αὐτῷ παντελῶς ἀπηλλοτριώθη, καὶ προαγαγὼν εἰς τὸ πρατήριον ὡς ἀνδράποδον ἀπέδοτο μνῶν εἴκοσι.
というのも、ディオニュシオスはこの人物を招き寄せ、最初は彼が哲学に値する率使さを持つのを見て、最大限の厚遇に値すると考えていたが、その後、いくつかの言葉のゆえに腹を立てて彼と完全に疎遠になり、市場へ引き出して奴隷のように二十ミナで売り払ってしまった。
ἀλλὰ τοῦτον μὲν οἱ φιλόσοφοι συνελθόντες ἐξηγόρασαν καὶ ἐξαπέστειλαν εἰς τὴν Ἑλλάδα, φιλικὴν νουθεσίαν ἐπιφθεγξάμενοι, διότι δεῖ τὸν σοφὸν τοῖς τυράννοις ἢ ὡς ἥκιστα ἢ ὡς ἥδιστα ὁμιλεῖν·
しかし、哲学者たちが集まって彼を買い戻し、ギリシアへと送り出したが、その際に「賢者は僭主たちと交わる際、できる限り避けるか、あるいはできる限り喜ばせるか、そのどちらかでなければならない」という友好的な忠告を述べた。
§15.7.2ὁ δὲ Διονύσιος τῆς εἰς τὰ ποιήματα σπουδῆς οὐκ ἀφιστάμενος εἰς μὲν τὴν Ὀλυμπιακὴν πανήγυριν ἐξαπέστειλε τοὺς εὐφωνοτάτους τῶν ὑποκριτῶν διαθησομένους ἐν τοῖς ὄχλοις μετʼ ᾠδῆς τὰ ποιήματα.
一方、ディオニュシオスは詩への熱意を捨てることなく、オリンピアの祝祭へ、最も美声の役者たちを派遣し、群衆の中で自らの詩を歌とともに朗読させようとした。
οὗτοι δὲ τὸ μὲν πρῶτον διὰ τὴν εὐφωνίαν ἐξέπληττον τοὺς ἀκούοντας, μετὰ δὲ ταῦτα ἀναθεωρήσεως γενομένης κατεφρονήθησαν καὶ πολὺν ἀπηνέγκαντο γέλωτα.
彼らは最初は美声のゆえに聴衆を驚嘆させたが、その後、(内容が)再検討されると軽蔑され、多大なる嘲笑を浴びることとなった。
§15.7.3ὁ δὲ Διονύσιος ἀκούσας τὴν τῶν ποιημάτων καταφρόνησιν ἐνέπεσεν εἰς ὑπερβολὴν λύπης·
ディオニュシオスは、自分の詩が軽蔑されたことを聞き、極度の悲しみに陥った。
αἰεὶ δὲ μᾶλλον τοῦ πάθους ἐπίτασιν λαμβάνοντος, μανιώδης διάθεσις κατέσχε τὴν ψυχὴν αὐτοῦ, καὶ φθονεῖν αὐτῷ φάσκων ἅπαντας τοὺς φίλους ὑπώπτευεν ὡς ἐπιβουλεύοντας.
そしてその苦痛がますます強まるにつれて、狂気の状態が彼の魂を支配し、すべての友人たちが自分を妬んでいると主張して、彼らが陰謀を企てているのではないかと疑うようになった。
καὶ πέρας ἐπὶ τοσοῦτο προῆλθε λύττης καὶ παρακοπῆς, ὥστε τῶν φίλων πολλοὺς μὲν ἐπὶ ψευδέσιν αἰτίαις ἀνελεῖν, οὐκ ὀλίγους δὲ καὶ ἐφυγάδευσεν·
そして最後には、狂気と乱心があまりに極まり、多くの友人たちを偽りの罪状で処刑し、少なからぬ人々を追放した。
ἐν οἷς ἦν Φίλιστος καὶ Λεπτίνης ὁ ἀδελφός, ἄνδρες διαφέροντες ἀνδρείᾳ καὶ πολλὰς καὶ μεγάλας χρείας ἐν τοῖς πολέμοις αὐτῷ παρεσχημένοι.
その中には、勇気に優れ、戦争において数々の大きな功績を彼に提供した人々であるピリストスや、実弟のレプティネスもいた。
§15.7.4οὗτοι μὲν οὖν φυγόντες εἰς Θουρίους τῆς Ἰταλίας, καὶ παρὰ τοῖς Ἰταλιώταις μεγάλης ἀποδοχῆς τυγχάνοντες, ὕστερον δεηθέντος τοῦ Διονυσίου διηλλάγησαν, καὶ κατελθόντες εἰς τὰς Συρακούσας εἰς τὴν προϋπάρξασαν εὔνοιαν ἀποκατεστάθησαν·
さて、彼らはイタリアのトゥリオイへと逃亡し、現地のイタリアギリシア人たちから大いなる歓迎を受けていたが、後にディオニュシオスが懇願したため和解し、シュラクサイへと帰国して以前の寵愛を回復した。
ὁ δὲ Λεπτίνης ἔγημε τὴν Διονυσίου θυγατέρα.
そしてレプティネスはディオニュシオスの娘と結婚した。
ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τοῦτον τὸν ἐνιαυτόν.
こうして、これらの出来事がこの年の間に起こった。