§15.7.1παραπλήσιον δὲ συνέβη καὶ περὶ Πλάτωνα τὸν φιλόσοφον γενέσθαι.
A similar thing happened also in the case of Plato the philosopher.
μεταπεμψάμενος γὰρ τὸν ἄνδρα τοῦτον τὸ μὲν πρῶτον ἀποδοχῆς ἠξίου τῆς μεγίστης, ὁρῶν αὐτὸν παρρησίαν ἔχοντα ἀξίαν τῆς φιλοσοφίας· ὕστερον δʼ ἔκ τινων λόγων προσκόψας αὐτῷ παντελῶς ἀπηλλοτριώθη, καὶ προαγαγὼν εἰς τὸ πρατήριον ὡς ἀνδράποδον ἀπέδοτο μνῶν εἴκοσι.
For having sent for this man, at first Dionysius deemed him worthy of the greatest reception, seeing that he possessed a frankness worthy of philosophy; but later, having taken offense at him because of certain words, he became completely estranged, and having brought him forward to the market place, sold him as a slave for twenty minae.
ἀλλὰ τοῦτον μὲν οἱ φιλόσοφοι συνελθόντες ἐξηγόρασαν καὶ ἐξαπέστειλαν εἰς τὴν Ἑλλάδα, φιλικὴν νουθεσίαν ἐπιφθεγξάμενοι, διότι δεῖ τὸν σοφὸν τοῖς τυράννοις ἢ ὡς ἥκιστα ἢ ὡς ἥδιστα ὁμιλεῖν·
But the philosophers, having gathered together, ransomed him and sent him off to Greece, uttering a friendly admonition, that the wise man must associate with tyrants either as little as possible or as agreeably as possible.
§15.7.2ὁ δὲ Διονύσιος τῆς εἰς τὰ ποιήματα σπουδῆς οὐκ ἀφιστάμενος εἰς μὲν τὴν Ὀλυμπιακὴν πανήγυριν ἐξαπέστειλε τοὺς εὐφωνοτάτους τῶν ὑποκριτῶν διαθησομένους ἐν τοῖς ὄχλοις μετʼ ᾠδῆς τὰ ποιήματα.
But Dionysius, not abandoning his zeal for poems, dispatched to the Olympic festival the sweetest-voiced of the actors to recite his poems with song among the crowds.
οὗτοι δὲ τὸ μὲν πρῶτον διὰ τὴν εὐφωνίαν ἐξέπληττον τοὺς ἀκούοντας, μετὰ δὲ ταῦτα ἀναθεωρήσεως γενομένης κατεφρονήθησαν καὶ πολὺν ἀπηνέγκαντο γέλωτα.
And these, at first, because of their sweet voice, astonished the listeners, but afterwards, when a reassessment took place, they were despised and carried off much laughter.
§15.7.3ὁ δὲ Διονύσιος ἀκούσας τὴν τῶν ποιημάτων καταφρόνησιν ἐνέπεσεν εἰς ὑπερβολὴν λύπης· αἰεὶ δὲ μᾶλλον τοῦ πάθους ἐπίτασιν λαμβάνοντος, μανιώδης διάθεσις κατέσχε τὴν ψυχὴν αὐτοῦ, καὶ φθονεῖν αὐτῷ φάσκων ἅπαντας τοὺς φίλους ὑπώπτευεν ὡς ἐπιβουλεύοντας.
And Dionysius, having heard of the contempt of his poems, fell into an excess of grief; and as his passion always took on a greater intensity, a mad disposition seized his soul, and claiming that all his friends envied him, he suspected them of plotting against him.
καὶ πέρας ἐπὶ τοσοῦτο προῆλθε λύττης καὶ παρακοπῆς, ὥστε τῶν φίλων πολλοὺς μὲν ἐπὶ ψευδέσιν αἰτίαις ἀνελεῖν, οὐκ ὀλίγους δὲ καὶ ἐφυγάδευσεν· ἐν οἷς ἦν Φίλιστος καὶ Λεπτίνης ὁ ἀδελφός, ἄνδρες διαφέροντες ἀνδρείᾳ καὶ πολλὰς καὶ μεγάλας χρείας ἐν τοῖς πολέμοις αὐτῷ παρεσχημένοι.
And finally, he advanced to such a point of madness and distraction that he put many of his friends to death on false charges, and banished not a few; among whom were Philistus and his brother Leptines, men outstanding in courage and who had rendered many great services to him in the wars.
§15.7.4οὗτοι μὲν οὖν φυγόντες εἰς Θουρίους τῆς Ἰταλίας, καὶ παρὰ τοῖς Ἰταλιώταις μεγάλης ἀποδοχῆς τυγχάνοντες, ὕστερον δεηθέντος τοῦ Διονυσίου διηλλάγησαν, καὶ κατελθόντες εἰς τὰς Συρακούσας εἰς τὴν προϋπάρξασαν εὔνοιαν ἀποκατεστάθησαν· ὁ δὲ Λεπτίνης ἔγημε τὴν Διονυσίου θυγατέρα.
These men, therefore, having fled to Thurii in Italy and meeting with a great reception among the Italiotes, later, when Dionysius begged them, were reconciled, and returning to Syracuse, were restored to their former favor; and Leptines married the daughter of Dionysius.
ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τοῦτον τὸν ἐνιαυτόν.
These things, then, were done during this year.