§15.64.1ἡ μὲν οὖν πρώτη μερὶς ἡ τῶν Βοιωτῶν μέσην τὴν πορείαν ἐποιήσατο ἐπὶ τὴν Σελλασίαν καλουμένην πόλιν, καὶ τοὺς τῇδε κατοικοῦντας ἀπέστησε τῶν Λακεδαιμονίων.
因此,由波奥蒂亚人组成的第一部分军队,沿着中间的路线向名为塞拉西亚的城市进军,并使当地的居民背叛了拉刻代蒙人。
§15.64.2Ἀργεῖοι δὲ κατὰ τοὺς ὅρους τῆς Τεγεάτιδος χώρας ἐμβαλόντες συνῆψαν μάχην τοῖς φρουροῦσι τὰς παρόδους, καὶ τόν τε ἡγεμόνα τῆς φρουρᾶς Ἀλέξανδρον τὸν Σπαρτιάτην ἀνεῖλον καὶ τῶν ἄλλων εἰς διακοσίους ἀπέκτειναν, ἐν οἷς ὑπῆρχον καὶ οἱ τῶν Βοιωτῶν φυγάδες.
而阿耳戈斯人则从特革亚地区的边界侵入,与守卫通道的守军交战,杀死了守军指挥官斯巴达人亚历山大,并歼灭了其余约二百人,其中也包括波奥蒂亚人的流亡者。
§15.64.3ἡ δὲ τρίτη μερίς, ἐκ τῶν Ἀρκάδων συνεστηκυῖα καὶ στρατιώτας ἔχουσα πλείστους, εἰσέβαλεν εἰς τὴν Σκιρῖτιν καλουμένην χώραν, ἣν παρεφύλαττεν Ἰσχόλας, ἀνὴρ ἀνδρείᾳ καὶ συνέσει διαφέρων, μετὰ πολλῶν στρατιωτῶν. οὗτος δὲ τῶν ἐπιφανεστάτων στρατιωτῶν ἐπετελέσατο πρᾶξιν ἡρωικὴν καὶ μνήμης ἀξίαν.
由阿卡迪亚人组成、兵力最多的第三部分军队,侵入了名为斯基里蒂斯的地区,该地由在勇气和智慧上都出类拔萃的伊斯霍拉斯率领众多士兵驻守。 此人作为最杰出的战士之一,做出了一项英雄般且值得纪念的壮举。
§15.64.4ὁρῶν γὰρ ὅτι διὰ τὸ πλῆθος τῶν πολεμίων πάντες οἱ συνάψαντες μάχην ἀναιρεθήσονται, τὸ μὲν λιπεῖν τὴν ἐν ταῖς παρόδοις τάξιν ἀνάξιον τῆς Σπάρτης ἔκρινε, τὸ δὲ διασῶσαι τοὺς στρατιώτας χρήσιμον ἔσεσθαι τῇ πατρίδι· διὸ παραδόξως ἀμφοτέρων προενοήθη, καὶ τὴν γενομένην ποτὲ περὶ Θερμοπύλας ἀνδρείαν τοῦ βασιλέως Λεωνίδου φιλοτίμως ἐμιμήσατο.
因为他看到由于敌军人数众多,所有交战的人都将丧生,他认为放弃通道中的阵地是不配为斯巴达人的,但保全士兵们的生命对祖国是有益的;因此,他以令人惊叹的方式对这两者都作了周全的考虑,并雄心勃勃地效仿了当年列奥尼达国王在温泉关所展现的勇气。
§15.64.5διαλέξας γὰρ τοὺς νέους, τούτους μὲν ἀπέστειλεν εἰς τὴν Σπάρτην, χρησίμους ἐσομένους τῇ κινδυνευούσῃ περὶ τῶν ὅλων· αὐτὸς δὲ μετὰ τῶν πρεσβυτέρων φυλάττων τὴν τάξιν καὶ πολλοὺς ἀνελὼν τῶν πολεμίων, κυκλωθεὶς ὑπὸ τῶν Ἀρκάδων μετὰ πάντων ἀνῃρέθη.
事实上,他选拔出青年士兵,将他们送回斯巴达,使他们对生死存亡关头的国家有所用处;而他自己则与年长者一起留守阵地,在斩杀大批敌军后,被阿卡迪亚人包围,与所有人一同战死。
§15.64.6Ἠλεῖοι δὲ τὴν τετάρτην μοῖραν ἔχοντες, καὶ κατʼ ἄλλους τόπους πεπταμένους διελθόντες, εἰς τὴν Ἑλλασίαν παρεγένοντο· εἰς τοῦτον γὰρ τὸν τόπον πᾶσι καταντᾶν παρήγγελτο.
而拥有第四部分军队的伊利斯人,穿过了其他开阔的地带,抵达了赫拉西亚;因为此前已命令所有人在此地会合。
ἀθροισθείσης δὲ ἁπάσης τῆς δυνάμεως εἰς τὴν Ἑλλασίαν, προῆγον ἐπʼ αὐτὴν τὴν Σπάρτην πορθοῦντες ἅμα καὶ πυρπολοῦντες τὴν χώραν.
当全部兵力在赫拉西亚集结完毕后,他们便直扑斯巴达本身,一路上劫掠并焚烧着沿途的土地。