§15.64.1ἡ μὲν οὖν πρώτη μερὶς ἡ τῶν Βοιωτῶν μέσην τὴν πορείαν ἐποιήσατο ἐπὶ τὴν Σελλασίαν καλουμένην πόλιν, καὶ τοὺς τῇδε κατοικοῦντας ἀπέστησε τῶν Λακεδαιμονίων.
そこで、ボイオティア人からなる第一の部隊は、中間の進路をとってセッラシアと呼ばれる都市へと進み、そこの住民たちをラケダイモン人から離反させた。
§15.64.2Ἀργεῖοι δὲ κατὰ τοὺς ὅρους τῆς Τεγεάτιδος χώρας ἐμβαλόντες συνῆψαν μάχην τοῖς φρουροῦσι τὰς παρόδους, καὶ τόν τε ἡγεμόνα τῆς φρουρᾶς Ἀλέξανδρον τὸν Σπαρτιάτην ἀνεῖλον καὶ τῶν ἄλλων εἰς διακοσίους ἀπέκτειναν, ἐν οἷς ὑπῆρχον καὶ οἱ τῶν Βοιωτῶν φυγάδες.
一方、アルゴス人たちはテゲア地方の境界から侵入し、通路を守備していた者たちと交戦して、守備隊の指揮官であるスパルタ人アレクサンドロスを殺害し、それ以外の者も約二百人を討ち取った。 その中にはボイオティア人の亡命者たちも含まれていた。
§15.64.3ἡ δὲ τρίτη μερίς, ἐκ τῶν Ἀρκάδων συνεστηκυῖα καὶ στρατιώτας ἔχουσα πλείστους, εἰσέβαλεν εἰς τὴν Σκιρῖτιν καλουμένην χώραν, ἣν παρεφύλαττεν Ἰσχόλας, ἀνὴρ ἀνδρείᾳ καὶ συνέσει διαφέρων, μετὰ πολλῶν στρατιωτῶν.
アルカディア人から構成され、最も多くの兵力を擁していた第三の部隊は、スキリティスと呼ばれる地方に侵入した。 そこは、勇気と知性において卓越した人物であるイスコラスが、多くの兵士を率いて警戒にあたっていた。
οὗτος δὲ τῶν ἐπιφανεστάτων στρατιωτῶν ἐπετελέσατο πρᾶξιν ἡρωικὴν καὶ μνήμης ἀξίαν.
この男は、最も傑出した兵士たちの一人として、英雄的で記憶に値する行為を成し遂げた。
§15.64.4ὁρῶν γὰρ ὅτι διὰ τὸ πλῆθος τῶν πολεμίων πάντες οἱ συνάψαντες μάχην ἀναιρεθήσονται, τὸ μὲν λιπεῖν τὴν ἐν ταῖς παρόδοις τάξιν ἀνάξιον τῆς Σπάρτης ἔκρινε, τὸ δὲ διασῶσαι τοὺς στρατιώτας χρήσιμον ἔσεσθαι τῇ πατρίδι·
というのも、彼は敵が多勢であるために交戦する者が全員討ち死にするであろうことを見抜いており、通路の陣地を放棄することはスパルタの名にふさわしくないと判断した一方で、兵士たちを救い出すことは祖国にとって有益であろうと考えたからである。
διὸ παραδόξως ἀμφοτέρων προενοήθη, καὶ τὴν γενομένην ποτὲ περὶ Θερμοπύλας ἀνδρείαν τοῦ βασιλέως Λεωνίδου φιλοτίμως ἐμιμήσατο.
それゆえ、彼は驚くべき方法でその両方をあらかじめ配慮し、かつてテルモピュライで示されたレオニダス王の勇気を、名誉を重んじて模倣したのである。
§15.64.5διαλέξας γὰρ τοὺς νέους, τούτους μὲν ἀπέστειλεν εἰς τὴν Σπάρτην, χρησίμους ἐσομένους τῇ κινδυνευούσῃ περὶ τῶν ὅλων·
すなわち、彼は若者たちを選び抜いてスパルタへと送り出し、存亡の危機に瀕している国家に彼らが役立つようにした。
αὐτὸς δὲ μετὰ τῶν πρεσβυτέρων φυλάττων τὴν τάξιν καὶ πολλοὺς ἀνελὼν τῶν πολεμίων, κυκλωθεὶς ὑπὸ τῶν Ἀρκάδων μετὰ πάντων ἀνῃρέθη.
一方、自身は年長者たちとともに陣地を維持し、多くの敵を討ち取ったものの、アルカディア人たちに包囲され、部下全員とともに討ち死にした。
§15.64.6Ἠλεῖοι δὲ τὴν τετάρτην μοῖραν ἔχοντες, καὶ κατʼ ἄλλους τόπους πεπταμένους διελθόντες, εἰς τὴν Ἑλλασίαν παρεγένοντο·
そして、第四の部隊を構成していたエリス人たちは、他の開けた地域を通過してヘッラシアに到着した。
εἰς τοῦτον γὰρ τὸν τόπον πᾶσι καταντᾶν παρήγγελτο.
というのも、全軍がこの場所に集結するようあらかじめ命令されていたからである。
ἀθροισθείσης δὲ ἁπάσης τῆς δυνάμεως εἰς τὴν Ἑλλασίαν, προῆγον ἐπʼ αὐτὴν τὴν Σπάρτην πορθοῦντες ἅμα καὶ πυρπολοῦντες τὴν χώραν.
全軍がヘッラシアに集結すると、彼らはスパルタそのものに向けて進軍し、道中の土地を略奪し放火して回った。