§15.65.1οἱ δὲ Λακεδαιμόνιοι, πεντακόσια ἔτη τὴν Λακωνικὴν τετηρηκότες ἀπόρθητον, τότε θεωροῦντες δῃουμένην ὑπὸ τῶν πολεμίων οὐκ ἐκαρτέρουν, ἀλλὰ τοῖς θυμοῖς προπίπτοντες ἐξεπήδων ἐκ τῆς πόλεως·
至于拉刻代蒙人,他们曾保持拉科尼亚五百年不遭劫掠,此时眼看该地被敌军蹂躏,实在无法忍受,便在愤怒的驱使下冲出城去。
κωλυόμενοι δʼ ὑπὸ τῶν πρεσβυτέρων προϊέναι μακρότερον ἀπὸ τῆς πατρίδος, μή τις ἐπίθηται, ἐπείσθησαν τὴν ἡσυχίαν ἄγειν καὶ τῇ πόλει παρέχεσθαι τὴν ἀσφάλειαν.
但由于长老们的阻止,不许他们走得离祖国太远,以免有人乘虚袭击,他们被说服保持克制,为城市提供安全保障。
§15.65.2τῶν δὲ περὶ τὸν Ἐπαμεινώνδαν διὰ τοῦ Ταϋγέτου καταβαινόντων ἐπὶ τὸν Εὐρώταν, καὶ διαβαινόντων τὸν ποταμὸν σφοδρὸν ὄντα τῷ ῥεύματι κατὰ τὴν χειμερινὴν ὥραν, ὁρῶντες οἱ Λακεδαιμόνιοι τεταραγμένην τὴν δύναμιν τῶν ἐναντίων διὰ τὴν χαλεπότητα τῆς διαβάσεως, καιρὸν ἔλαβον εὔθετον πρὸς τὴν ἐπίθεσιν, καὶ τὰς μὲν γυναῖκας καὶ παῖδας, ἔτι δὲ καὶ τοὺς γεγηρακότας, ἀπέλιπον ἐν τῇ πόλει φυλάττοντας τὴν Σπάρτην, αὐτοὶ δὲ πανδημεὶ συντάξαντες τοὺς νέους ἐξεχύθησαν ἐπὶ τοὺς πολεμίους, καὶ προσπεσόντες ἄφνω τοῖς διαβαίνουσι πολὺν ἐποιοῦντο φόνον.
当伊帕米农达及其部下穿过泰格特斯山降至埃夫罗塔斯河,并在冬季因水流湍急而横渡该河时,拉刻代蒙人看到对手的军队由于渡河艰难而陷入混乱,便抓住了进攻的有利时机。 他们将妇女、儿童以及老人留在城中守卫斯巴达,自己则全军动员,组织起青年士兵,向敌军席卷而去,突袭正在渡河的敌军,造成了极大的杀伤。
§15.65.3ἀμυνομένων δὲ τῶν Βοιωτῶν καὶ τῶν Ἀρκάδων, καὶ τῷ πλήθει κυκλούντων τοὺς ἐναντίους, οἱ Σπαρτιᾶται πολλοὺς ἀνῃρηκότες ἐπανῆλθον εἰς τὴν πόλιν, φανερῶς ἐνδεδειγμένοι τὰς ἰδίας ἀνδραγαθίας.
随着波奥蒂亚人和阿卡迪亚人进行反击,并以人数优势包围对手,斯巴达人在歼灭大批敌军后退回城内,显然展现了他们个人的勇武。
§15.65.4μετὰ δὲ ταῦτα τῶν περὶ τὸν Ἐπαμεινώνδαν πάσῃ τῇ δυνάμει καταπληκτικῶς προσβαλλόντων τῇ πόλει, οἱ μὲν Σπαρτιᾶται συνεργὸν ἔχοντες τὴν τῶν τόπων ὀχυρότητα, πολλοὺς μὲν ἀπέκτειναν τῶν προπετῶς βιαζομένων, τέλος δʼ οἱ πολιορκοῦντες πᾶσαν εἰσενεγκάμενοι σπουδὴν τὸ μὲν πρῶτον ἀπείκαζον βίᾳ χειρώσασθαι τὴν Σπάρτην· ἐπεὶ δὲ τῶν βιαζομένων οἱ μὲν ἀπέθνησκον, οἱ δʼ ἐτραυματίζοντο, ἀνεκαλέσαντο τῇ σάλπιγγι τοὺς στρατιώτας οἱ περὶ τὸν Ἐπαμεινώνδαν, αὐτοὶ δὲ προσελθόντες τῇ πόλει προεκαλοῦντο τοὺς Σπαρτιάτας εἰς παράταξιν, ἢ ξυνομολογεῖσθαι προσέταττον ἥττους εἶναι τῶν πολεμίων.
此后,当伊帕米农达率其全军以震慑之势进攻该城时,斯巴达人凭借地形的险要作为助力,斩杀了许多鲁莽强攻的敌兵。 最终,围城者虽然倾尽全力,起初还指望能以武力攻克斯巴达,但随着强攻者或死或伤,伊帕米农达及其部下便用军号召回了士兵。 他们亲自走近城市,向斯巴达人挑战决战,或者命令他们承认自己弱于敌军。
§15.65.5ἀποκριναμένων δὲ τῶν Σπαρτιατῶν, ὅτι καιρὸν λαβόντες εὔθετον διαγωνιοῦνται περὶ τῶν ὅλων, ἀπηλλάγησαν ἀπὸ τῆς πόλεως.
当斯巴达人回答说,一旦找到合适的机会,他们就会为国家的存亡而决战时,他们便撤离了城市。
πᾶσαν δὲ τὴν Λακωνικὴν δῃώσαντες, καὶ λαφύρων ἀναρίθμητον πλῆθος ἀθροίσαντες, ἀπεχώρησαν εἰς τὴν Ἀρκαδίαν.
在蹂躏了整个拉科尼亚并收集了无数的战利品后,他们撤退到了阿卡迪亚。
§15.65.6μετὰ δὲ ταῦτʼ Ἀθηναῖοι μέν, ὑστερηκότες τῶν καιρῶν, ἐπανῆλθον εἰς τὴν Ἀττικὴν οὐδὲν πράξαντες μνήμης ἄξιον, τοῖς δὲ Λακεδαιμονίοις παρὰτῶν συμμάχων ἧκον βοηθήσοντες στρατιῶται τετρακισχίλιοι.
此后,雅典人由于错失良机,未能做出任何值得纪念的事情便返回了阿提卡。 而拉刻代蒙人则得到了来自盟国的四千名士兵的前来援助。
πρὸς δὲ τούτοις προσθέντες τοὺς Εἵλωτας ἠλευθερωμένους προσφάτως χιλίους καὶ τῶν Βοιωτῶν φυγάδων διακοσίους, ἔτι δʼ ἐκ τῶν σύνεγγυς πόλεων οὐκ ὀλίγους μεταπεμψάμενοι, κατεσκεύαζον δύναμιν ἀντίπαλον τοῖς πολεμίοις.
此外,他们又加上了最近获得自由的一千名黑劳士和二百名波奥蒂亚流亡者,并且从附近的城市征召了为数不少的人,组建了一支与敌军抗衡的兵力。
ταύτην δʼ ἀθρόαν συνέχοντες καὶ γυμνάζοντες αἰεὶ μᾶλλον ἐθάρρουν καὶ παρεσκευάζοντο πρὸς τὸν ὑπὲρ τῶν ὅλων ἀγῶνα.
他们将这支力量集中在一起并不断加以训练,变得越来越有信心,并为事关全局的决战做好了准备。