§15.6.1κατὰ δὲ τὴν Σικελίαν Διονύσιος ὁ τῶν Συρακοσίων τύραννος ἀπολελυμένος τῶν πρὸς Καρχηδονίους πολέμων πολλὴν εἰρήνην καὶ σχολὴν εἶχεν.
On the other hand, in Sicily, Dionysius the tyrant of Syracuse, having been released from the wars against the Carthaginians, enjoyed great peace and leisure.
διὸ καὶ ποιήματα γράφειν ὑπεστήσατο μετὰ πολλῆς σπουδῆς, καὶ τοὺς ἐν τούτοις δόξαν ἔχοντας μετεπέμπετο καὶ προτιμῶν αὐτοὺς συνδιέτριβε καὶ τῶν ποιημάτων ἐπιστάτας καὶ διορθωτὰς εἶχεν.
Therefore, he also undertook to write poems with great zeal, and sent for those who had a reputation in this field, and spending his time with them in high honor, he had them as overseers and correctors of his poems.
ὑπὸ δὲ τούτων διὰ τὰς εὐεργεσίας τοῖς πρὸς χάριν λόγοις μετεωριζόμενος ἐκαυχᾶτο πολὺ μᾶλλον ἐπὶ τοῖς ποιήμασιν ἢ τοῖς ἐν πολέμῳ κατωρθωμένοις.
Being puffed up by them with flattering words because of his benefactions, he boasted much more of his poems than of his successes in war.
§15.6.2τῶν δὲ συνόντων αὐτῷ ποιητῶν Φιλόξενος ὁ διθυραμβοποιός, μέγιστον ἔχων ἀξίωμα κατὰ τὴν κατασκευὴν τοῦ ἰδίου ποιήματος, κατὰ τὸ συμπόσιον ἀναγνωσθέντων τῶν τοῦ τυράννου ποιημάτων μοχθηρῶν ὄντων ἐπηρωτήθη περὶ τῶν ποιημάτων τίνα κρίσιν ἔχοι.
Among the poets who were with him, Philoxenus the dithyrambic poet, who had the greatest reputation in the composition of his own poetry, was asked at the symposium, when the poems of the tyrant, which were bad, were read, what judgment he had concerning the poems.
ἀποκριναμένου δʼ αὐτοῦ παρρησιωδέστερον, ὁ μὲν τύραννος προσκόψας τοῖς ῥηθεῖσι, καὶ καταμεμψάμενος ὅτι διὰ φθόνον ἐβλασφήμησε, προσέταξε τοῖς ὑπηρέταις παραχρῆμα ἀπάγειν εἰς τὰς λατομίας.
When he answered rather freely, the tyrant, offended by what had been said and slandering him that he had spoken blasphemously out of envy, ordered his attendants to lead him away immediately to the stone quarries.
§15.6.3τῇ δʼ ὑστεραίᾳ τῶν φίλων παρακαλούντων συγγνώμην δοῦναι τῷ Φιλοξένῳ, διαλλαγεὶς αὐτῷ πάλιν τοὺς αὐτοὺς παρέλαβεν ἐπὶ τὸ συμπόσιον.
On the next day, when his friends begged him to grant pardon to Philoxenus, having reconciled with him, he received the same people back to the symposium.
προβαίνοντος δὲ τοῦ πότου, καὶ πάλιν τοῦ Διονυσίου καυχωμένου περὶ τῶν ἰδίων ποιημάτων, καί τινας στίχους τῶν δοκούντων ἐπιτετεῦχθαι προενεγκαμένου, καὶ ἐπερωτῶντος ποῖά τινά σοι φαίνεται τὰ ποιήματα ὑπάρχειν; ἄλλο μὲν οὐδὲν εἶπε, τοὺς δʼ ὑπηρέτας τοῦ Διονυσίου προσκαλεσάμενος ἐκέλευσεν αὑτὸν ἀπαγαγεῖν εἰς τὰς λατομίας.
As the drinking progressed, and Dionysius again boasted of his own poems and recited some verses that seemed to be successful, and asked, "What kind of poems do they seem to you to be?" Philoxenus said nothing else, but calling Dionysius' attendants, ordered them to lead him away to the stone quarries.
§15.6.4τότε μὲν οὖν διὰ τὴν εὐτραπελίαν τῶν λόγων μειδιάσας ὁ Διονύσιος ἤνεγκε τὴν παρρησίαν, τοῦ γέλωτος τὴν μέμψιν ἀμβλύνοντος· μετʼ ὀλίγον δὲ τῶν γνωρίμων ἅμα καὶ τοῦ Διονυσίου παραιτουμένων τὴν ἄκαιρον παρρησίαν, ὁ Φιλόξενος ἐπηγγείλατο παράδοξόν τινα ἐπαγγελίαν.
At that time, therefore, smiling because of the wit of the words, Dionysius bore his frankness, as the laughter blunted the criticism; but a little later, when his acquaintances as well as Dionysius begged him to avoid untimely frankness, Philoxenus made a certain paradoxical promise.
ἔφη γὰρ διὰ τῆς ἀποκρίσεως τηρήσειν ἅμα καὶ τὴν ἀλήθειαν καὶ τὴν εὐδόκησιν τοῦ Διονυσίου, καὶ οὐ διεψεύσθη.
For he said that by his answer he would maintain both the truth and the satisfaction of Dionysius, and he was not proved false.
§15.6.5τοῦ γὰρ τυράννου προενεγκαμένου τινὰς στίχους ἔχοντας ἐλεεινὰ πάθη, καὶ ἐρωτήσαντος ποῖά τινα φαίνεται τὰ ποιήματα; εἶπεν οἰκτρά, διὰ τῆς ἀμφιβολίας ἀμφότερα τηρήσας.
For when the tyrant recited some verses containing pitiable sufferings and asked, "What kind of poems do they seem to be?" he said, "Pitiable," maintaining both by means of the ambiguity.
ὁ μὲν γὰρ Διονύσιος ἐδέξατο τὰ οἰκτρὰ εἶναι ἐλεεινὰ καὶ συμπαθείας πλήρη, τὰ δὲ τοιαῦτα εἶναι ποιητῶν ἀγαθῶν ἐπιτεύγματα, ὅθεν ὡς ἐπῃνεκότα αὐτὸν ἀπεδέχετο· οἱ δʼ ἄλλοι τὴν ἀληθινὴν διάνοιαν ἐκδεξάμενοι πᾶν τὸ οἰκτρὸν ἀποτεύγματος φύσιν εἰρῆσθαι διελάμβανον.
For Dionysius took "pitiable" to mean compassionate and full of pathos, and that such things are the achievements of good poets, whence he accepted him as one who had praised him; but the others, understanding the true meaning, understood that everything "pitiable" had been said to have the character of a failure.