Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §15.5.1-15.5.5

拉刻代蒙人围攻曼提尼亚

第 417 段,共 723 段 · 希腊语

内容简介

拉刻代蒙人撕毁《安塔尔基达斯和约》,通过介入各地的内讧来图谋重建霸权,并命令邻国曼提尼亚拆除城墙、迁回原村庄,随后对其展开围攻。

§15.5.1ἅμα δὲ τούτοις πραττομένοις Λακεδαιμόνιοι μὲν ἔγνωσαν στρατεύειν ἐπὶ τὴν Μαντίνειαν, οὐδὲν φροντίσαντες τῶν γεγενημένων σπονδῶν, διὰ τοιαύτας αἰτίας.
就在这些事情进行的同时,拉刻代蒙人决定对曼提尼亚发动战争,完全不顾已经缔结的条约,其原因如下。
προϋπαρχούσης τοῖς Ἕλλησι κοινῆς εἰρήνης τῆς ἐπὶ Ἀνταλκίδου, καθʼ ἣν αἱ πόλεις ἅπασαι τὰς μὲν φρουρὰς ἀπετρίψαντο, τὴν δʼ αὐτονομίαν καθʼ ὁμολογίαν παρέλαβον, Λακεδαιμόνιοι φύσει φιλαρχοῦντες καὶ πολεμικοὶ ταῖς αἱρέσεσιν ὄντες, τὴν εἰρήνην ὥσπερ βαρὺ φορτίον οὐχ ὑπέμενον, τὴν δὲ προγεγενημένην τῆς Ἑλλάδος δυναστείαν ἐπιποθοῦντες μετέωροι ταῖς ὁρμαῖς ὑπῆρχον πρὸς καινοτομίαν.
希腊人之间当时已存在着《安塔尔基达斯和约》这一共同和平,根据该和约,所有城市都撤销了驻军,并按协定获得了自治;然而拉刻代蒙人天性好权,且在选择上好战,他们无法忍受这一和平,视之如沉重的负担,由于渴望重获昔日在希腊的霸权,他们在追求变革的冲动中蠢蠢欲动。
§15.5.2εὐθὺς οὖν τὰς μὲν πόλεις συνετάραττον καὶ διὰ τῶν ἰδίων φίλων στάσεις ἐγκατεσκεύαζον ἐν αὐταῖς, ὧν ἔνιαι πιθανὰς ἀφορμὰς αὐτοῖς παρέσχοντο τῆς ταραχῆς.
因此,他们立即扰乱各城市,并通过自己的朋友在其中煽动内讧,其中一些内讧为他们提供了骚乱的合理借口。
ἀπολαβοῦσαι γὰρ τὰς αὐτονομίας λόγον ἀπῄτουν παρὰ τῶν ἐπεστατηκότων ἐπὶ τῆς Λακεδαιμονίων ἡγεμονίας· πικρῶν δὲ τῶν ἐλέγχων γινομένων διὰ τὸ μνησικακεῖν τοὺς δήμους, καὶ πολλῶν φυγαδευομένων, ἀπέδειξαν ἑαυτοὺς βοηθοὺς τοῖς καταστασιαζομένοις.
因为在重新获得自治后,平民要求对那些在拉刻代蒙人称霸期间执政的人进行清算;由于平民怀恨在心,清算非常严酷,导致许多人被流放,于是拉刻代蒙人便以党争中被击败者的保护者身份出现。
§15.5.3ὑποδεχόμενοι δὲ τούτους καὶ μετὰ δυνάμεως ἐκπέμποντες ἐπὶ τὰς καθόδους, κατεδουλοῦντο τὸ μὲν πρῶτον τὰς ἀσθενεστέρας πόλεις, μετὰ δὲ ταῦτα καὶ τὰς ἀξιολογωτέρας καταπολεμοῦντες ὑπηκόους ἐποίουν, οὐδὲ δύο ἔτη φυλάξαντες τὰς κοινὰς σπονδάς.
他们接纳这些流亡者,并派兵护送他们复国,起初奴役了较弱小的城市,此后又通过战争征服了较显赫的城市并使之沦为附庸,甚至未能将共同条约维持满两年。
πλησιόχωρον δʼ ὁρῶντες οὖσαν τὴν τῶν Μαντινέων πόλιν καὶ πλήθουσαν ἀνδρῶν ἀλκίμων, ὑπώπτευσαν αὐτῆς τὴν αὔξησιν τὴν γινομένην ἐκ τῆς εἰρήνης, καὶ τὰ φρονήματα τῶν ἀνδρῶν ἔσπευδον ταπεινῶσαι.
他们看到邻近的曼提尼亚城充满勇士,便对该城在和平中取得的成长产生怀疑,并急于挫败其人民的傲气。
§15.5.4διὸ καὶ τὸ μὲν πρῶτον πρέσβεις ἀποστείλαντες πρὸς τὴν Μαντίνειαν προσέταττον τὰ μὲν τείχη καθελεῖν, αὐτοὺς δὲ μετοικῆσαι πάντας εἰς τὰς ἀρχαίας πέντε κώμας, ἐξ ὧν εἰς τὴν Μαντίνειαν τὸ παλαιὸν συνῴκησαν· οὐδενὸς δὲ αὐτοῖς προσέχοντος, δύναμιν ἐκπέμψαντες ἐπολιόρκουν τὴν πόλιν.
因此,他们起初向曼提尼亚派遣使节,命令其拆除城墙,并要求全体居民迁回古代的五个村庄——古时他们正是从这些村庄合并成曼提尼亚城的;但由于没人理会他们,他们便派出军队围攻该城。
§15.5.5οἱ δὲ Μαντινεῖς εἰς τὰς Ἀθήνας πρέσβεις ἀποστείλαντες ἠξίουν ἑαυτοῖς βοηθῆσαι.
曼提尼亚人向雅典派遣使节,请求援助。
οὐ προαιρουμένων δὲ τῶν Ἀθηναίων παραβαίνειν τὰς κοινὰς συνθήκας, ὅμως καθʼ αὑτοὺς ὑποστάντες τὴν πολιορκίαν εὐρώστως ἠμύνοντο τοὺς πολεμίους.
虽然雅典人不愿违反共同条约,但曼提尼亚人依然凭一己之力抵挡住包围,并坚决击退敌军。
καὶ τὰ μὲν κατὰ τὴν Ἑλλάδα τοῦτον τὸν τρόπον καινῶν πολέμων ἀρχὴν ἐλάμβανεν.
就这样,希腊的局势拉开了新战争的序幕。

词汇与语法注释

  1. 15.5.1μετέωροι ταῖς ὁρμαῖς ὑπῆρχον πρὸς καινοτομίαν — 形容词 `μετέωροι`(悬空的、浮躁的、兴奋的)与表示关系或方面的与格 `ταῖς ὁρμαῖς`(冲动)相结合。描述了拉刻代蒙人憎恨和平、急于为变革(`καινοτομία`,即恢复霸权)采取行动时,那种蠢蠢欲动、无法平静的浮躁心理状态。
  2. 15.5.2τοῖς καταστασιαζομένοις — 动词 `καταστασιάζω`(在党争中压倒、压制)的现在时被动分词。意为“在党争中被压制/击败的人”,特指那些因平民派(`δήμους`,民主派)的清算而流亡或失势的亲斯巴达寡头派。
  3. 15.5.4συνῴκησαν — 动词 `συνοικέω`(集居、合并居住)的不定过去时。指希腊历史上的“同盟集居(synoecism)”进程,即数个村庄(`κῶμαι`)合并成一个单一的城邦(`πόλις`)曼提尼亚。斯巴达要求逆转这一过程(即拆分,dioecism)以削弱曼提尼亚的力量。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §15.5.1-15.5.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:15.5.1-15.5.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。