§15.6.1κατὰ δὲ τὴν Σικελίαν Διονύσιος ὁ τῶν Συρακοσίων τύραννος ἀπολελυμένος τῶν πρὸς Καρχηδονίους πολέμων πολλὴν εἰρήνην καὶ σχολὴν εἶχεν.
一方シケリアでは、シュラクサイの僭主ディオニュシオスが、カルタゴ人との戦争から解放されて、大いなる平和と余暇を得ていた。
διὸ καὶ ποιήματα γράφειν ὑπεστήσατο μετὰ πολλῆς σπουδῆς, καὶ τοὺς ἐν τούτοις δόξαν ἔχοντας μετεπέμπετο καὶ προτιμῶν αὐτοὺς συνδιέτριβε καὶ τῶν ποιημάτων ἐπιστάτας καὶ διορθωτὰς εἶχεν.
それゆえ、彼も多大の熱意をもって詩を書くことに着手し、この分野で名声のある人々を招き寄せ、彼らを重用して共に時を過ごし、自らの詩の監督者や校正者としていた。
ὑπὸ δὲ τούτων διὰ τὰς εὐεργεσίας τοῖς πρὸς χάριν λόγοις μετεωριζόμενος ἐκαυχᾶτο πολὺ μᾶλλον ἐπὶ τοῖς ποιήμασιν ἢ τοῖς ἐν πολέμῳ κατωρθωμένοις.
そして、施しに対する返礼として彼らから甘言をささやかれて得意になり、戦争において成し遂げた成功よりも、自らの詩のことをはるかによく誇るようになった。
§15.6.2τῶν δὲ συνόντων αὐτῷ ποιητῶν Φιλόξενος ὁ διθυραμβοποιός, μέγιστον ἔχων ἀξίωμα κατὰ τὴν κατασκευὴν τοῦ ἰδίου ποιήματος, κατὰ τὸ συμπόσιον ἀναγνωσθέντων τῶν τοῦ τυράννου ποιημάτων μοχθηρῶν ὄντων ἐπηρωτήθη περὶ τῶν ποιημάτων τίνα κρίσιν ἔχοι.
彼の傍らにいた詩人たちのうち、自身の詩の構築において最大の評価を得ていたジテュランボス詩人のピロクセノスは、宴席において、僭主の粗悪な詩が朗読された際、その詩についてどのような評価を下すかを尋ねられた。
ἀποκριναμένου δʼ αὐτοῦ παρρησιωδέστερον, ὁ μὲν τύραννος προσκόψας τοῖς ῥηθεῖσι, καὶ καταμεμψάμενος ὅτι διὰ φθόνον ἐβλασφήμησε, προσέταξε τοῖς ὑπηρέταις παραχρῆμα ἀπάγειν εἰς τὰς λατομίας.
しかし彼がかなり率直に答えたため、僭主は彼の言葉に気分を害し、彼が嫉妬から悪口を言ったのだと非難して、直ちに彼を石切り場へ連行するよう従卒たちに命じた。
§15.6.3τῇ δʼ ὑστεραίᾳ τῶν φίλων παρακαλούντων συγγνώμην δοῦναι τῷ Φιλοξένῳ, διαλλαγεὶς αὐτῷ πάλιν τοὺς αὐτοὺς παρέλαβεν ἐπὶ τὸ συμπόσιον.
翌日、友人たちがピロクセノスを許すように懇願すると、彼と和解して、再び同じ人々を宴席に招き入れた。
προβαίνοντος δὲ τοῦ πότου, καὶ πάλιν τοῦ Διονυσίου καυχωμένου περὶ τῶν ἰδίων ποιημάτων, καί τινας στίχους τῶν δοκούντων ἐπιτετεῦχθαι προενεγκαμένου, καὶ ἐπερωτῶντος ποῖά τινά σοι φαίνεται τὰ ποιήματα ὑπάρχειν;
宴が進み、ディオニュシオスが再び自身の詩について自慢し始め、うまく書けていると思われるいくつかの詩句を披露して、「お前には私の詩がどのようなものと思われるか」と尋ねた。
ἄλλο μὲν οὐδὲν εἶπε, τοὺς δʼ ὑπηρέτας τοῦ Διονυσίου προσκαλεσάμενος ἐκέλευσεν αὑτὸν ἀπαγαγεῖν εἰς τὰς λατομίας.
するとピロクセノスは他には何も言わず、ディオニュシオスの従卒たちを呼び寄せて、自分を石切り場へ連行するように命じた。
§15.6.4τότε μὲν οὖν διὰ τὴν εὐτραπελίαν τῶν λόγων μειδιάσας ὁ Διονύσιος ἤνεγκε τὴν παρρησίαν, τοῦ γέλωτος τὴν μέμψιν ἀμβλύνοντος·
その時は、ディオニュシオスも言葉の機知に微笑んでその率直さを耐え忍んだ。 笑いが非難を和らげたからである。
μετʼ ὀλίγον δὲ τῶν γνωρίμων ἅμα καὶ τοῦ Διονυσίου παραιτουμένων τὴν ἄκαιρον παρρησίαν, ὁ Φιλόξενος ἐπηγγείλατο παράδοξόν τινα ἐπαγγελίαν.
しかし少し経ってから、知人たちとディオニュシオスが(ピロクセノスに)場をわきまえない率直な発言を控えるよう求めたところ、ピロクセノスはある奇妙な約束をした。
ἔφη γὰρ διὰ τῆς ἀποκρίσεως τηρήσειν ἅμα καὶ τὴν ἀλήθειαν καὶ τὴν εὐδόκησιν τοῦ Διονυσίου, καὶ οὐ διεψεύσθη. §15.6.5τοῦ γὰρ τυράννου προενεγκαμένου τινὰς στίχους ἔχοντας ἐλεεινὰ πάθη, καὶ ἐρωτήσαντος ποῖά τινα φαίνεται τὰ ποιήματα;
というのも彼は、自身の回答によって、真実とディオニュシオスの満足の双方を同時に守るつもりだと言い、その言葉は裏切られなかったからである。
εἶπεν οἰκτρά, διὰ τῆς ἀμφιβολίας ἀμφότερα τηρήσας.
すなわち、僭主が哀れを誘う受難を描いたいくつかの詩句を披露して、「この詩はどのように思えるか」と尋ねたところ、彼は「哀れな(お粗末な)もの」と答え、その曖昧さによって双方を守ったのである。
ὁ μὲν γὰρ Διονύσιος ἐδέξατο τὰ οἰκτρὰ εἶναι ἐλεεινὰ καὶ συμπαθείας πλήρη, τὰ δὲ τοιαῦτα εἶναι ποιητῶν ἀγαθῶν ἐπιτεύγματα, ὅθεν ὡς ἐπῃνεκότα αὐτὸν ἀπεδέχετο· οἱ δʼ ἄλλοι τὴν ἀληθινὴν διάνοιαν ἐκδεξάμενοι πᾶν τὸ οἰκτρὸν ἀποτεύγματος φύσιν εἰρῆσθαι διελάμβανον.
なぜなら、ディオニュシオスの方は「哀れなもの」を「哀切に満ち、同情を誘うもの」と受け取り、そのようなものは優れた詩人たちの成功作であると考えて、それゆえ彼が自分を称賛してくれたのだと受け入れたが、他の人々は本当の意図を汲み取って、「哀れなもの」はすべて失敗作の性質を表して言われたのだと理解したからである。