Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §15.59.1-15.59.4

阿卡迪亚同盟的建立与斯巴达的入侵

第 471 段,共 723 段 · 希腊语

内容简介

特格亚的利科美德斯促成阿卡迪亚同盟的建立,但同盟内部随后爆发激烈内讧导致大批人流亡,从而引发了斯巴达的军事介入。

§15.59.1περὶ δὲ τοὺς αὐτοὺς χρόνους Λυκομήδης ὁ Τεγεάτης ἔπεισε τοὺς Ἀρκάδας εἰς μίαν συντέλειαν ταχθῆναι καὶ κοινὴν ἔχειν σύνοδον συνεστῶσαν ἐξ ἀνδρῶν μυρίων, καὶ τούτους ἐξουσίαν ἔχειν περὶ πολέμου καὶ εἰρήνης βουλεύεσθαι.
大约在同一时期,特格亚的利科美德斯说服阿卡迪亚人联合成一个同盟,并设立一个由一万人组成的共同议会,且这万人有权对战争与和平进行审议。
§15.59.2γενομένης δὲ στάσεως μεγάλης παρὰ τοῖς Ἀρκάσι, καὶ διὰ τῶν ὅπλων διακριθέντων τῶν διαφερομένων, πολλοὶ μὲν ἀνῃρέθησαν, πλείους δὲ τῶν χιλίων καὶ τετρακοσίων ἔφυγον, οἱ μὲν εἰς τὴν Σπάρτην, οἱ δʼ εἰς τὸ Παλλάντιον.
然而,在阿卡迪亚人当中爆发了一场巨大的内讧,对立双方诉诸武力解决争端,许多人被杀,一千四百多人流亡,其中一些人逃往斯巴达,另一些人逃往帕兰提翁。
§15.59.3οὗτοι μὲν οὖν ἐκδοθέντες ὑπὸ τῶν Παλλαντίων, ὑπὸ τῶν νενικηκότων ἐσφαγιάσθησαν· οἱ δʼ εἰς τὴν Σπάρτην φυγόντες ἔπεισαν τοὺς Λακεδαιμονίους εἰς τὴν Ἀρκαδίαν στρατεῦσαι.
于是,那些逃往帕兰提翁的人被帕兰提翁人移交,并被获胜者屠杀;而那些逃往斯巴达的人则说服拉刻代蒙人向阿卡迪亚出兵。
§15.59.4διόπερ Ἀγησίλαος ὁ βασιλεὺς μετὰ δυνάμεως καὶ τῶν φυγάδων ἐνέβαλεν εἰς τὴν τῶν Τεγεατῶν χώραν διὰ τὸ δοκεῖν τούτους τῆς στάσεως καὶ τῆς φυγῆς αἰτίους γεγονέναι.
因此,国王阿格西莱率领军队和流亡者侵入了特格亚人的领土,因为他们被认为是这场内讧和流亡的祸首。
πορθήσας δὲ τὴν χώραν καὶ τῇ πόλει προσβολὰς ποιησάμενος κατεπλήξατο τῶν Ἀρκάδων τοὺς ἐναντιοπραγοῦντας.
在蹂躏了该地区并对城市发起进攻之后,他震慑了那些反对他的阿卡迪亚人。

词汇与语法注释

  1. §15.59.1ἔπεισε τοὺς Ἀρκάδας εἰς μίαν συντέλειαν ταχθῆναι καὶ κοινὴν ἔχειν σύνοδον συνεστῶσαν ἐξ ἀνδρῶν μυρίων, καὶ τούτους ἐξουσίαν ἔχειν — 动词 ἔπεισε 以 τοὺς Ἀρκάδας 为直接宾语,并支配其后的不定式 ταχθῆναι(被动)和 ἔχειν(主动)。最后的 καὶ τούτους ἐξουσίαν ἔχειν 同样是由 ἔπεισε 支配的不定式结构(带 wine 词的不定式),但此处逻辑主语切换为宾格的 τούτους(指代一万名男子)。
  2. §15.59.2διακριθέντων τῶν διαφερομένων — 属格绝对结构,以现在分词属格复数 τῶν διαφερομένων(对立双方)作为被动不定过去时分词属格复数 διακριθέντων 的逻辑主语。动词 διακρίνω 的中动/被动语态意为“解决争端”或“分出胜负”,在此与介词短语 διὰ τῶν ὅπλων(通过武器)连用,表示他们诉诸武力解决了争端。
  3. §15.59.4τούτους — 表示原因的冠词不定式结构 διὰ τὸ δοκεῖν 内部的宾格主语。从上下文来看,它指代由前文属格短语 τῆς τῶν Τεγεατῶν χώραν(特格亚人的领土)所暗示的“特格亚人(τοὺς Τεγεάτας)”,表明他们被认为是引发此次内讧和随之而来的流亡的祸首。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §15.59.1-15.59.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:15.59.1-15.59.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。