§15.58.1ἡ δʼ οὖν στάσις ἐγένετο διὰ τοιαύτας αἰτίας.
至于这场内讧,则是由于以下原因爆发的。
τῆς πόλεως τῶν Ἀργείων δημοκρατουμένης καί τινων δημαγωγῶν παροξυνόντων τὸ πλῆθος κατὰ τῶν ταῖς ἐξουσίαις καὶ δόξαις ὑπερεχόντων, οἱ διαβαλλόμενοι συστάντες ἔγνωσαν καταλῦσαι τὸν δῆμον.
由于阿哥斯城实行民主制,且一些民众领袖煽动群众反对那些在权力和声望上出类拔萃的人,遭受诬陷的人便联合起来,决定推翻民主政体。
§15.58.2βασανισθέντων δέ τινων ἐκ τῶν συνεργεῖν δοκούντων, οἱ μὲν ἄλλοι φοβηθέντες τὴν ἐκ τῶν βασάνων τιμωρίαν ἑαυτοὺς ἐκ τοῦ ζῆν μετέστησαν, ἑνὸς δʼ ἐν ταῖς βασάνοις ὁμολογήσαντος καὶ πίστιν λαβόντος, ὁ μὲν μηνυτὴς τριάκοντα τῶν ἐπιφανεστάτων κατηγόρησεν, ὁ δὲ δῆμος οὐκ ἐλέγξας ἀκριβῶς ἅπαντας τοὺς διαβληθέντας ἀπέκτεινε καὶ τὰς οὐσίας αὐτῶν ἐδήμευσεν.
在一些被怀疑是同谋的人受到严刑拷打时,其余的人因害怕拷问带来的惩罚而自尽;然而有一人在严刑下招供并获得了安全保证,这名告密者指控了三十位最显赫的公民。 而平民在没有对所有被诬陷者进行严密审判的情况下,就将他们全部处死并没收了他们的财产。
§15.58.3πολλῶν δὲ καὶ ἄλλων ἐν ὑποψίαις ὄντων, καὶ τῶν δημαγωγῶν ψευδέσι διαβολαῖς συνηγορούντων, ἐπὶ τοσοῦτον ἐξηγριώθη τὸ πλῆθος, ὥστε πάντων τῶν κατηγορουμένων, ὄντων πολλῶν καὶ μεγαλοπλούτων, καταγνῶναι θάνατον.
由于还有许多人也受到怀疑,且民众领袖们用虚假的诬告随声附和,群众被激怒到了如此地步,以至于对所有被指控的人——他们人数众多且极其富有——都判处了死刑。
ἀναιρεθέντων δὲ τῶν δυνατῶν ἀνδρῶν πλειόνων ἢ χιλίων καὶ διακοσίων, καὶ τῶν δημαγωγῶν αὐτῶν ὁ δῆμος οὐκ ἐφείσατο.
当一千二百多名有权势的男子被杀害后,平民甚至连民众领袖自己也没有放过。
§15.58.4διὰ γὰρ τὸ μέγεθος τῆς συμφορᾶς οἱ μὲν δημαγωγοὶ φοβηθέντες μή τι παράλογον αὐτοῖς ἀπαντήσῃ, τῆς κατηγορίας ἀπέστησαν, οἱ δʼ ὄχλοι δόξαντες ὑπʼ αὐτῶν ἐγκαταλελεῖφθαι, καὶ διὰ τοῦτο παροξυνθέντες, ἅπαντας τοὺς δημαγωγοὺς ἀπέκτειναν.
因为面对这场灾难的巨大规模,民众领袖们害怕会有什么意想不到的变故降临到自己头上,便停止了指控;但群众认为自己被他们抛弃了,并因此受到激怒,将所有的民众领袖全部杀死。
οὗτοι μὲν οὖν, ὡσπερεί τινος νεμεσήσαντος δαιμονίου, τῆς ἁρμοζούσης τιμωρίας ἔτυχον, ὁ δὲ δῆμος παυσάμενος τῆς λύττης εἰς τὴν προϋπάρχουσαν ἔννοιαν ἀποκατέστη.
因此,这些人仿佛遭到了某种神灵的惩罚,得到了应有的报应,而平民在平息了疯狂之后,又恢复了先前的理性状态。