§15.60.1ἅμα δὲ τούτοις πραττομένοις Ἰάσων ὁ Φερῶν τύραννος, συνέσει τε στρατηγικῇ διαφέρων καὶ πολλοὺς τῶν περιοίκων εἰς συμμαχίαν προηγμένος, ἔπεισε τοὺς Θετταλοὺς ἀντιποιεῖσθαι τῆς τῶν Ἑλλήνων ἡγεμονίας· ταύτην γὰρ ὥσπερ ἔπαθλον ἀρετῆς προκεῖσθαι τοῖς δυναμένοις αὐτῆς ἀμφισβητῆσαι.
在这些事情发生的同时,费赖的僭主伊阿宋凭借其卓越的军事才能,并已将许多邻近部落拉入同盟,他说服色萨利人去争夺希腊的霸权;因为他声称,这霸权就像是美德的奖赏,摆在那些有能力争夺它的人面前。
§15.60.2Λακεδαιμονίους γὰρ συνέβαινε περὶ Λεῦκτρα μεγάλῃ συμφορᾷ περιπεπτωκέναι, Ἀθηναίους δὲ μόνον τῆς κατὰ θάλατταν ἀρχῆς ἀντέχεσθαι, Θηβαίους δὲ τῶν πρωτείων ἀξίους μὴ εἶναι, Ἀργείους δὲ διὰ στάσεις καὶ φόνους ἐμφυλίους τεταπεινῶσθαι.
因为当时的情况是,拉刻代蒙人在留克特拉遭遇了巨大的灾难,雅典人仅死守着海上霸权,底比斯人还不配居于首位,而阿耳戈斯人则因内讧和同胞相残而衰落。
διόπερ οἱ Θετταλοὶ προστησάμενοι τῶν ὅλων ἡγεμόνα Ἰάσονα, τούτῳ τὰ κατὰ τὸν πόλεμον ἐπέτρεψαν.
因此,色萨利人推举伊阿宋为全体的领袖,将战争事务委托于他。
ὁ δὲ Ἰάσων παραλαβὼν τὴν ἡγεμονίαν τῶν τε πλησίον ἐθνῶν τινα προσηγάγετο καὶ πρὸς Ἀμύνταν τὸν τῶν Μακεδόνων βασιλέα συμμαχίαν ἐποιήσατο.
伊阿宋在接管领导权后,争取了邻近的一些部族,并与马其顿国王阿敏塔斯结成了同盟。
§15.60.3ἴδιον δέ τι συνέβη κατὰ τοῦτον τὸν ἐνιαυτόν· τῶν γὰρ ἐν δυναστείαις ὄντων τρεῖς ἐτελεύτησαν περὶ τὸν αὐτὸν καιρόν.
在这一年里发生了一件奇特的事:在当权者中,有三人在大约同一时间去世。
Ἀμύντας μὲν ὁ Ἀρριδαίου βασιλεύων τῆς Μακεδονίας ἐτελεύτησεν ἄρξας ἔτη εἴκοσι καὶ τέτταρα, υἱοὺς ἀπολιπὼν τρεῖς, Ἀλέξανδρον καὶ Περδίκκαν καὶ Φίλιππον· διεδέξατο δὲ τὴν βασιλείαν ὁ υἱὸς Ἀλέξανδρος καὶ ἦρξεν ἐνιαυτόν.
阿里达乌斯之子、统治马其顿的阿敏塔斯在统治了二十四年后去世,留下了三个儿子:亚历山大、珀迪卡斯和腓力;其子亚历山大继承了王位,并统治了一年。
§15.60.4ὁμοίως δὲ καὶ Ἀγησίπολις ὁ τῶν Λακεδαιμονίων βασιλεὺς μετήλλαξεν ἄρξας ἐνιαυτόν, τὴν δὲ ἀρχὴν διαδεξάμενος Κλεομένης ὁ ἀδελφὸς ἐβασίλευσεν ἔτη τριάκοντα καὶ τέτταρα.
同样地,拉刻代蒙人的国王阿格西波利斯也在统治了一年后去世,继承其权位的弟弟克里昂米尼统治了三十四年。
§15.60.5τρίτος δὲ Ἰάσων ὁ Φεραῖος ἡγεμὼν ᾑρημένος τῆς Θετταλίας, καὶ δοκῶν ἐπιεικῶς ἄρχειν τῶν ὑποτεταγμένων, ἐδολοφονήθη, ὡς μὲν Ἔφορος γέγραφεν, ὑπό τινων ἑπτὰ νεανίσκων συνομοσαμένων δόξης ἕνεκα, ὡς δʼ ἔνιοι γράφουσιν, ὑπὸ Πολυδώρου τἀδελφοῦ.
第三位,被选为色萨利领袖、且被认为对待臣民温和的费赖的伊阿宋遭到暗杀。 正如埃福罗斯所写,他是被七个为了名声而合谋的青年所杀;但正如一些人所写,他是被他的兄弟波利多鲁斯所杀。
οὗτος δὲ καὶ αὐτὸς διαδεξάμενος τὴν δυναστείαν ἦρξεν ἐνιαυτόν.
此人自己也继承了统治权,并统治了一年。
§15.60.6Δοῦρις δʼ ὁ Σάμιος ὁ ἱστοριογράφος τῆς τῶν Ἑλληνικῶν ἱστορίας ἐντεῦθεν ἐποιήσατο τὴν ἀρχήν.
萨摩斯的历史学家杜里斯从这里开始了其《希腊史》的写作。
ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τοῦτον τὸν ἐνιαυτόν.
这些就是这一年里发生的事情。