§15.59.1περὶ δὲ τοὺς αὐτοὺς χρόνους Λυκομήδης ὁ Τεγεάτης ἔπεισε τοὺς Ἀρκάδας εἰς μίαν συντέλειαν ταχθῆναι καὶ κοινὴν ἔχειν σύνοδον συνεστῶσαν ἐξ ἀνδρῶν μυρίων, καὶ τούτους ἐξουσίαν ἔχειν περὶ πολέμου καὶ εἰρήνης βουλεύεσθαι.
At about the same time, Lycomedes of Tegea persuaded the Arcadians to be organized into a single league and to have a common assembly consisting of ten thousand men, and that these should have the authority to deliberate on war and peace.
§15.59.2γενομένης δὲ στάσεως μεγάλης παρὰ τοῖς Ἀρκάσι, καὶ διὰ τῶν ὅπλων διακριθέντων τῶν διαφερομένων, πολλοὶ μὲν ἀνῃρέθησαν, πλείους δὲ τῶν χιλίων καὶ τετρακοσίων ἔφυγον, οἱ μὲν εἰς τὴν Σπάρτην, οἱ δʼ εἰς τὸ Παλλάντιον.
But when a great civil strife arose among the Arcadians, and the disputants decided the issue by force of arms, many indeed were killed, and more than fourteen hundred fled, some to Sparta, and others to Pallantium.
§15.59.3οὗτοι μὲν οὖν ἐκδοθέντες ὑπὸ τῶν Παλλαντίων, ὑπὸ τῶν νενικηκότων ἐσφαγιάσθησαν· οἱ δʼ εἰς τὴν Σπάρτην φυγόντες ἔπεισαν τοὺς Λακεδαιμονίους εἰς τὴν Ἀρκαδίαν στρατεῦσαι.
Now these, having been surrendered by the Pallantians, were slaughtered by the victors; while those who had fled to Sparta persuaded the Lacedaemonians to make an expedition into Arcadia.
§15.59.4διόπερ Ἀγησίλαος ὁ βασιλεὺς μετὰ δυνάμεως καὶ τῶν φυγάδων ἐνέβαλεν εἰς τὴν τῶν Τεγεατῶν χώραν διὰ τὸ δοκεῖν τούτους τῆς στάσεως καὶ τῆς φυγῆς αἰτίους γεγονέναι.
Therefore, the king Agesilaus, with a force and the exiles, invaded the territory of the Tegeans, because they were thought to have been the causes of the strife and the banishment.
πορθήσας δὲ τὴν χώραν καὶ τῇ πόλει προσβολὰς ποιησάμενος κατεπλήξατο τῶν Ἀρκάδων τοὺς ἐναντιοπραγοῦντας.
Having ravaged the country and made assaults upon the city, he struck terror into those of the Arcadians who opposed him.