§15.59.1περὶ δὲ τοὺς αὐτοὺς χρόνους Λυκομήδης ὁ Τεγεάτης ἔπεισε τοὺς Ἀρκάδας εἰς μίαν συντέλειαν ταχθῆναι καὶ κοινὴν ἔχειν σύνοδον συνεστῶσαν ἐξ ἀνδρῶν μυρίων, καὶ τούτους ἐξουσίαν ἔχειν περὶ πολέμου καὶ εἰρήνης βουλεύεσθαι.
ほぼ同じ時期に、テゲアのリコメデスは、アルカディア人たちを説得して、一つの同盟へと組織させ、一万人の男たちから構成される共通の議会を持たせ、この一万人が戦争と平和について審議する権限を持つようにした。
§15.59.2γενομένης δὲ στάσεως μεγάλης παρὰ τοῖς Ἀρκάσι, καὶ διὰ τῶν ὅπλων διακριθέντων τῶν διαφερομένων, πολλοὶ μὲν ἀνῃρέθησαν, πλείους δὲ τῶν χιλίων καὶ τετρακοσίων ἔφυγον, οἱ μὲν εἰς τὴν Σπάρτην, οἱ δʼ εἰς τὸ Παλλάντιον.
しかし、アルカディア人たちの間で大きな党争が生じ、対立する者たちが武力によって決着をつけたとき、多くの者が殺害され、千四百人以上の者が亡命したが、ある者はスパルタへ、ある者はパランティオンへと逃れた。
§15.59.3οὗτοι μὲν οὖν ἐκδοθέντες ὑπὸ τῶν Παλλαντίων, ὑπὸ τῶν νενικηκότων ἐσφαγιάσθησαν·
そこで、パランティオンへ逃れた者たちは、パランティオンの人々によって引き渡され、勝者たちによって虐殺された。
οἱ δʼ εἰς τὴν Σπάρτην φυγόντες ἔπεισαν τοὺς Λακεδαιμονίους εἰς τὴν Ἀρκαδίαν στρατεῦσαι.
一方、スパルタへと逃れた者たちは、ラケダイモン人たちを説得してアルカディアへと遠征させた。
§15.59.4διόπερ Ἀγησίλαος ὁ βασιλεὺς μετὰ δυνάμεως καὶ τῶν φυγάδων ἐνέβαλεν εἰς τὴν τῶν Τεγεατῶν χώραν διὰ τὸ δοκεῖν τούτους τῆς στάσεως καὶ τῆς φυγῆς αἰτίους γεγονέναι.
それゆえ、王アゲシラオスは軍勢および亡命者たちを率いてテゲア人の領土へと侵入した。 彼ら(テゲア人)がこの党争と亡命の原因となったとみなされたからである。
πορθήσας δὲ τὴν χώραν καὶ τῇ πόλει προσβολὰς ποιησάμενος κατεπλήξατο τῶν Ἀρκάδων τοὺς ἐναντιοπραγοῦντας.
彼はその領土を略奪し、市に対して攻撃を加えたことで、敵対するアルカディア人たちを畏怖させた。