Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §15.56.1-15.56.4

斯巴达军溃败与收尸停战协定

第 468 段,共 723 段 · 希腊语

内容简介

留克特拉战役以波奥蒂亚军的完全胜利告终;在围绕斯巴达国王克勒奥姆布罗托斯遗体的惨烈争夺后,斯巴达军全面败退,随后双方为收敛尸体和撤军缔结了停战协定。

§15.56.1ἀναρχίας δὲ γενομένης περὶ τὸ κέρας, οἱ μὲν περὶ τὸν Ἐπαμεινώνδαν βαρεῖς ἐγκείμενοι τοῖς Λακεδαιμονίοις τὸ μὲν πρῶτον τῇ βίᾳ βραχὺ προέωσαν ἐκ τῆς τάξεως τοὺς πολεμίους, οἱ δὲ Λακεδαιμόνιοι περὶ τοῦ βασιλέως ἀγωνισάμενοι λαμπρῶς τοῦ μὲν σώματος ἐγκρατεῖς ἐγένοντο, τῆς δὲ νίκης οὐκ ἴσχυσαν ἐφικέσθαι.
当那一翼失去指挥而陷入混乱时,埃帕米农达率领的士兵向拉刻代蒙人猛烈施压,起初凭力量将敌军从阵形中稍稍往后推;而拉刻代蒙人围着国王英勇战斗,成功夺回了遗体,却无力赢得胜利。
§15.56.2καὶ τῶν γὰρ ἐπιλέκτων ὑπερβαλλομένων ταῖς ἀνδραγαθίαις, καὶ τῆς ἀρετῆς καὶ παρακλήσεως Ἐπαμεινώνδου πολλὰ συμβαλλομένης, μόγις ἐβιάσθησαν οἱ Λακεδαιμόνιοι·
因为精锐士兵在武勇上更胜一筹,且埃帕米农达的英勇和鼓舞也起到了很大作用,拉刻代蒙人终于被艰难地压制。
τὸ μὲν πρῶτον ἀναχωροῦντες τὴν τάξιν οὐ διέλυον, τὸ δὲ τελευταῖον πολλῶν ἀναιρουμένων, τοῦ δὲ παραγγέλλοντος ἡγεμόνος τετελευτηκότος, ἐγένετο παντελὴς τροπὴ τοῦ στρατοπέδου.
起初,他们虽然退却但并未打乱阵形,但到最后,随着许多人被杀,下达命令的将领也已阵亡,全军彻底溃败。
§15.56.3οἱ δὲ περὶ τὸν Ἐπαμινώνδαν ἐπικείμενοι τοῖς φεύγουσι καὶ πολλοὺς τῶν ἐναντίων κατακόψαντες ἀπηνέγκαντο νίκην ἐπιφανεστάτην.
埃帕米农达率领的士兵紧追逃兵,斩杀了许多对手,赢得了极其辉煌的胜利。
συμβαλόντες γὰρ τοῖς ἀρίστοις τῶν Ἑλλήνων, καὶ τοῖς ὀλίγοις τῶν πολλαπλασίων παραδόξως περιγενόμενοι, μεγάλην δόξαν ἐπʼ ἀνδρείᾳ κατεκτήσαντο.
因为他们与希腊最优秀的战士交锋,并以少数意外地战胜了数倍于己的敌军,从而赢得了英勇的巨大声誉。
μεγίστων δʼ ἐπαίνων ὁ στρατηγὸς Ἐπαμεινώνδας ἠξιώθη, διὰ τῆς ἰδίας ἀνδρείας μάλιστα καὶ στρατηγικῆς συνέσεως τοὺς ἀνικήτους ἡγεμόνας τῆς Ἑλλάδος κατηγωνισμένος.
将领埃帕米农达也获得了极高的赞誉,因为他主要凭借自己的英勇和军事才能打败了希腊不可战胜的领袖们。
§15.56.4ἔπεσον δʼ ἐν τῇ μάχῃ τῶν Λακεδαιμονίων οὐκ ἐλάττους τῶν τετρακισχιλίων, τῶν δὲ Βοιωτῶν περὶ τριακοσίους.
在这场战役中,拉刻代蒙人牺牲了不下四千人,而波奥蒂亚人牺牲了大约三百人。
μετὰ δὲ ταῦτα περί τε τῆς τῶν νεκρῶν ἀναιρέσεως καὶ τῆς εἰς Πελοπόννησον ἀπαλλαγῆς τῶν Λακεδαιμονίων σπονδὰς ἐποιήσαντο.
此后,双方为了收敛尸体以及让拉刻代蒙人撤回伯罗奔尼撒而缔结了停战协定。
καὶ τὰ μὲν περὶ τὴν ἐν Λεύκτροις μάχην συμβάντα τοιοῦτον ἔσχε τέλος.
至此,留克特拉战役的相关事件便告结束。

词汇与语法注释

  1. 15.56.1τοῦ μὲν σώματος ἐγκρατεῖς ἐγένοντο — 形容词 `ἐγκρατής`(控制、占有)支配属格 `τοῦ σώματος`(身体,此处指阵亡国王克勒奥姆布罗托斯的遗体)。
  2. 15.56.2τῶν γὰρ ἐπιλέκτων ὑπερβαλλομένων ... καὶ τῆς ἀρετῆς ... συμβαλλομένης — 由 `καί... καί`(既……又……)连接的两个独立的属格绝对结构(主语:`τῶν ἐπιλέκτων` 与 `τῆς ἀρετῆς`,分词:`ὑπερβαλλομένων` 与 `συμβαλλομένης`),表示主句被动动词 `ἐβιάσθησαν` 的原因。
  3. 15.56.3τοῖς ὀλίγοις τῶν πολλαπλασίων — 与格 `τοῖς ὀλίγοις`(以少数、身为少数)表示手段或状态,属格 `τῶν πολλαπλασίων`(数倍于己者)受动词 `περιγενόμενοι`(战胜、克服)支配,作比较属格或动词的属格宾语。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §15.56.1-15.56.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:15.56.1-15.56.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。