§15.56.1ἀναρχίας δὲ γενομένης περὶ τὸ κέρας, οἱ μὲν περὶ τὸν Ἐπαμεινώνδαν βαρεῖς ἐγκείμενοι τοῖς Λακεδαιμονίοις τὸ μὲν πρῶτον τῇ βίᾳ βραχὺ προέωσαν ἐκ τῆς τάξεως τοὺς πολεμίους, οἱ δὲ Λακεδαιμόνιοι περὶ τοῦ βασιλέως ἀγωνισάμενοι λαμπρῶς τοῦ μὲν σώματος ἐγκρατεῖς ἐγένοντο, τῆς δὲ νίκης οὐκ ἴσχυσαν ἐφικέσθαι.
その翼に指揮系統の混乱が生じると、エパメイノンダスの率いる者たちがラケダイモン人たちに激しく襲いかかり、最初は力づくで敵を陣形から少しばかり押し戻したが、ラケダイモン人たちは王をめぐって見事に戦い、遺体を確保することには成功したものの、勝利に到達することはできなかった。
§15.56.2καὶ τῶν γὰρ ἐπιλέκτων ὑπερβαλλομένων ταῖς ἀνδραγαθίαις, καὶ τῆς ἀρετῆς καὶ παρακλήσεως Ἐπαμεινώνδου πολλὰ συμβαλλομένης, μόγις ἐβιάσθησαν οἱ Λακεδαιμόνιοι·
というのも、精鋭たちがその武勇において凌駕し、エパメイノンダスの卓越した勇気と激励も大きく貢献したため、ラケダイモン人たちは辛うじて圧倒されたからである。
τὸ μὲν πρῶτον ἀναχωροῦντες τὴν τάξιν οὐ διέλυον, τὸ δὲ τελευταῖον πολλῶν ἀναιρουμένων, τοῦ δὲ παραγγέλλοντος ἡγεμόνος τετελευτηκότος, ἐγένετο παντελὴς τροπὴ τοῦ στρατοπέδου.
最初は、退却しつつも陣形を崩さなかったが、最後には、多くの者が討ち取られ、命令を下すべき指揮官が息絶えていたため、全軍の完全な敗走が生じた。
§15.56.3οἱ δὲ περὶ τὸν Ἐπαμινώνδαν ἐπικείμενοι τοῖς φεύγουσι καὶ πολλοὺς τῶν ἐναντίων κατακόψαντες ἀπηνέγκαντο νίκην ἐπιφανεστάτην.
エパメイノンダスの率いる者たちは、逃げる者たちに追撃をかけ、敵の多くを斬り倒して、極めて輝かしい勝利を収めた。
συμβαλόντες γὰρ τοῖς ἀρίστοις τῶν Ἑλλήνων, καὶ τοῖς ὀλίγοις τῶν πολλαπλασίων παραδόξως περιγενόμενοι, μεγάλην δόξαν ἐπʼ ἀνδρείᾳ κατεκτήσαντο.
というのも彼らは、ギリシア人の中で最も優れた者たちと交戦し、少数でありながら数倍もの敵に予想外の形で打ち勝ったことで、その勇気において大いなる名声を獲得したからである。
μεγίστων δʼ ἐπαίνων ὁ στρατηγὸς Ἐπαμεινώνδας ἠξιώθη, διὰ τῆς ἰδίας ἀνδρείας μάλιστα καὶ στρατηγικῆς συνέσεως τοὺς ἀνικήτους ἡγεμόνας τῆς Ἑλλάδος κατηγωνισμένος.
そして将軍エパメイノンダスは、主に自身の勇敢さと将帥としての知略によってギリシアの不敗の指導者たちを打ち破ったとして、最大の賛辞に値するとみなされた。
§15.56.4ἔπεσον δʼ ἐν τῇ μάχῃ τῶν Λακεδαιμονίων οὐκ ἐλάττους τῶν τετρακισχιλίων, τῶν δὲ Βοιωτῶν περὶ τριακοσίους.
この戦闘で、ラケダイモン人は四千人を下らない数が戦死し、ボイオティア人は約三百人が戦死した。
μετὰ δὲ ταῦτα περί τε τῆς τῶν νεκρῶν ἀναιρέσεως καὶ τῆς εἰς Πελοπόννησον ἀπαλλαγῆς τῶν Λακεδαιμονίων σπονδὰς ἐποιήσαντο.
この後、遺体の回収と、ラケダイモン人のペロポネソスへの撤退に関する休戦協定が結ばれた。
καὶ τὰ μὲν περὶ τὴν ἐν Λεύκτροις μάχην συμβάντα τοιοῦτον ἔσχε τέλος.
こうして、レウクトラにおける戦闘に関して生じた出来事は、このような結末を迎えた。