Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §15.57.1-15.57.3

赦免奥尔科梅诺斯与阿哥斯的棍杀内讧

第 469 段,共 723 段 · 希腊语

内容简介

本节记述了雅典和罗马的新官职任命、底比斯对奥尔科梅诺斯的征伐及埃帕米农达宽大处理的建言、费赖的雅松在帖萨利亚的扩张,以及阿哥斯爆发的被称为“棒杀”的惨烈内讧与屠杀。

§15.57.1τοῦ δʼ ἐνιαυσίου χρόνου διεληλυθότος Ἀθήνησι μὲν ἦρχε Δυσνίκητος, ἐν Ῥώμῃ δὲ ἀντὶ τῶν ὑπάτων χιλίαρχοι κατεστάθησαν τέτταρες, Κόιντος Σερουίλιος καὶ Λεύκιος Φούριος, ἔτι δὲ Γάιος Λικίνιος καὶ Πόπλιος Κοίλιος.
当一年的任期过去后,在雅典由迪斯尼凯托斯担任执政官,而在罗马,则由四位军事论坛官代替执政官:昆图斯·塞维里乌斯、卢基乌斯·富里乌斯,以及盖乌斯·利西尼乌斯和普布利乌斯·科埃利乌斯。
ἐπὶ δὲ τούτων Θηβαῖοι μεγάλῃ δυνάμει στρατεύσαντες ἐπʼ Ὀρχομενὸν ἐπεβάλοντο μὲν ἐξανδραποδίσασθαι τὴν πόλιν, Ἐπαμεινώνδου δὲ συμβουλεύσαντος ὅτι τὰ διὰ τῆς ἀνδρείας κατεργασθέντα τῇ φιλανθρωπίᾳ δεῖ διαφυλάττειν τοὺς τῆς τῶν Ἑλλήνων ἡγεμονίας ὀρεγομένους, μετέγνωσαν.
在他们任职期间,底比斯人率大军进军奥尔科梅诺斯,本企图将该城居民贬为奴隶;但因埃帕米农达建议,凡渴望获得希腊霸权的人,必须以仁慈来维护凭借勇气所取得的成就,他们便改变了主意。
διόπερ τοὺς μὲν Ὀρχομενίους εἰς τὴν τῶν συμμάχων χώραν κατέταξαν,μετὰ δὲ ταῦτα Φωκεῖς καὶ Αἰτωλοὺς καὶ Λοκροὺς φίλους ποιησάμενοι τὴν εἰς Βοιωτίαν ἐπάνοδον ἐποιήσαντο.
因此,他们将奥尔科梅诺斯人编入盟友的行列,随后在与福基斯人、埃托利亚人和洛克里斯人结为友好后,便返回了波奥蒂亚。
§15.57.2Ἰάσων δὲ ὁ Φερῶν τύραννος ἀεὶ μᾶλλον αὐξόμενος ἐστράτευσεν εἰς τὴν Λοκρίδα, καὶ τὴν μὲν Ἡράκλειαν τὴν ἐν Τραχινίᾳ διὰ προδοσίας ἑλὼν ἀνάστατον ἐποίησε, καὶ τὴν χώραν Οἰταίοις καὶ Μηλιεῦσιν ἐδωρήσατο· μετὰ δὲ ταῦτα ἐπὶ τὴν Περραιβίαν ἀναζεύξας τῶν πόλεων τὰς μὲν λόγοις φιλανθρώποις προσηγάγετο, τὰς δὲ διὰ τῆς βίας ἐχειρώσατο.
费赖的僭主雅松势力日益扩大,他出兵进攻洛克里斯,通过背叛夺取了特拉克斯的赫拉克莱亚并将其摧毁,将该地领土赠送给奥伊塔人和米利埃人;此后,他移师佩赖比亚,在当地的城市中,有些通过温和的言辞争取过来,有些则通过武力予以征服。
ταχὺ δὲ τῆς δυναστείας αὐτοῦ στερεουμένης, οἱ τὴν Θετταλίαν οἰκοῦντες ὑφεωρῶντο τὴν αὔξησιν αὐτοῦ καὶ τὴν πλεονεξίαν.
随着他的统治权迅速巩固,居住在帖萨利亚的居民对他的壮大和贪欲开始产生戒备。
§15.57.3ἅμα δὲ τούτοις πραττομένοις ἐν τῇ πόλει τῶν Ἀργείων ἐγένετο στάσις καὶ φόνος τοσοῦτος, ὅσος παρʼ ἑτέροις τῶν Ἑλλήνων οὐδέποτε γεγονέναι μνημονεύεται.
在进行这些事情的同时,阿哥斯城中爆发了内讧和屠杀,其规模之大,在其他希腊人中是闻所未闻的。
ἐκλήθη δὲ ὁ νεωτερισμὸς οὗτος παρὰ τοῖς Ἕλλησι σκυταλισμός, διὰ τὸν τρόπον τοῦ θανάτου ταύτης τυχὼν τῆς προσηγορίας.
这场政变在希腊人中被称为“棒杀”,因其致死的方式而获得了这一名称。

词汇与语法注释

  1. §15.57.1εἰς τὴν τῶν συμμάχων χώραν — 名词 chōra 通常指“土地”或“领土”,在此处则比喻性地指代“地位”、“行列”、“框架”或“等级”。因此,这并不是指地理上将奥尔科梅诺斯人迁往盟友的领土,而是指“将他们编入盟友的行列(地位)”。
  2. §15.57.1ὅτι τὰ διὰ τῆς ἀνδρείας κατεργασθέντα τῇ φιλανθρωπίᾳ δεῖ διαφυλάττειν τοὺς τῆς τῶν Ἑλλήνων ηγεμονίας ὀρεγομένους — 这是一个由无人称动词 deī 引导的带对格的不定式(accusative with infinitive)结构。不定式 diaphylattein 的逻辑主语是受格分词短语 toūs... oregomenoūs(“渴望……的人”),其直接宾语是中性复数名词化分词 ta... katergasthenta(“凭借勇气所取得的成就”),而 tēi philanthrōpiā 则是修饰该不定式的手段与格。
  3. §15.57.3ἅμα δὲ τούτοις πραττομένοις — 表示时间的介词/副词 hama 在此支配与格名词及分词以表示同时发生的动作(“在进行这些事情的同时”)。虽然古典时期的散文通常使用属格绝对结构,但在希腊化时期的希腊语中,经常使用这种带与格分词的结构来代替它以表示同时性。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §15.57.1-15.57.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:15.57.1-15.57.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。