Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §15.54.1-15.54.7

斯巴达战败的预言与调解破裂后的列阵

第 466 段,共 723 段 · 希腊语

内容简介

斯巴达流亡者、当地占卜者以及色萨利人亚森的调解等多种因素影响了留克特拉战役的前夕。尽管双方曾一度达成休战,但拉刻代蒙人在获得援军后重新决定开战,两军随即摆开阵势。

§15.54.1συνήργησε δὲ πρὸς ταύτην τὴν ἐπίνοιαν Λεανδρίας ὁ Σπαρτιάτης, πεφευγὼς μὲν ἐκ Λακεδαίμονος, τότε δὲ συστρατεύων Θηβαίοις.
斯巴达人莱安德里亚斯也协助了这一计策,他当时被从拉刻代蒙流放,正与底比斯人一同服役。
οὗτος γὰρ ἐν ἐκκλησίᾳ προαχθεὶς ἀπεφήνατο παλαιὸν εἶναι λόγιον τοῖς Σπαρτιάταις, ὅτι τότε τὴν ἡγεμονίαν ἀποβαλοῦσιν, ὅταν ἐν Λεύκτροις ὑπὸ Θηβαίων ἡττηθῶσιν.
他被带到公民大会上,宣称斯巴达人中流传着一条古老的预言:当他们在留克特拉被底比斯人击败时,他们将失去霸权。
§15.54.2προσῆλθον δὲ τῷ Ἐπαμεινώνδᾳ καὶ χρησμολόγοι τινὲς ἐγχώριοι, λέγοντες ὅτι περὶ τὸν τάφον τῶν Λεύκτρου καὶ Σκεδάσου θυγατέρων μεγάλῃ συμφορᾷ δεῖ περιπεσεῖν Λακεδαιμονίους διὰ τοιαύτας αἰτίας.
一些当地的占卜者也来到埃帕米农达面前,声称由于以下原因,拉刻代蒙人必将在留克特罗斯和斯克达索斯女儿们的墓地旁遭遇惨败。
§15.54.3Λεῦκτρος ἦν, ἀφʼ οὗ τὸ πεδίον τοῦτο ἔσχε τὴν προσηγορίαν.
曾有一位名叫留克特罗斯的人,这片平原就是以他的名字命名的。
τούτου θυγατέρας καὶ Σκεδάσου τινὸς ὁμοίως κόρας πρέσβεις Λακεδαιμονίων ἐβιάσαντο· αἱ δὲ ὑβρισθεῖσαι τὴν συμφορὰν οὐκ ἐνέγκασαι, τῇ πατρίδι τῇ πεμψάσῃ τοὺς ὑβριστὰς καταρασάμεναι τὸν βίον αὐτοχειρίᾳ κατέστρεψαν.
他的女儿们以及同样是某个名叫斯克达索斯之人的女儿们,遭到了拉刻代蒙人使节的强暴;这些受辱的女孩无法忍受不幸的遭遇,在诅咒了派遣暴徒的祖国后,自杀身亡。
§15.54.4πολλῶν δὲ καὶ ἄλλων τοιούτων λεγομένων, καὶ τοῦ Ἐπαμεινώνδου συναγαγόντος ἐκκλησίαν καὶ τοὺς στρατιώτας τοῖς οἰκείοις λόγοις προτρεψαμένου πρὸς τὸν ἀγῶνα, πάντες μετέθεντο τὰς γνώμας, καὶ τῆς μὲν δεισιδαιμονίας ἀπελύθησαν, πρὸς δὲ τὴν μάχην εὐθαρσεῖς ταῖς ψυχαῖς κατέστησαν.
随着许多其他类似传闻的流传,且埃帕米农达召集了大会,用切合实际的话语激励士兵们投入战斗,所有人都改变了心意,摆脱了迷信的恐惧,在心灵深处对战斗充满了勇气。
§15.54.5ἦλθε δὲ καὶ συμμαχία κατὰ τοῦτον τὸν καιρὸν τοῖς Θηβαίοις παρὰ Θετταλῶν, πεζοὶ μὲν χίλιοι καὶ πεντακόσιοι, ἱππεῖς δὲ πεντακόσιοι, ὧν ἡγεῖτο Ἰάσων.
就在此时,色萨利人的援军也送达底比斯人手中,包括一千五百名步兵和五百名骑兵,由亚森率领。
οὗτος δʼ ἔπεισε τούς τε Βοιωτοὺς καὶ τοὺς Λακεδαιμονίους ἀνοχὰς ποιήσασθαι καὶ τὰ παράλογα τῆς τύχης εὐλαβηθῆναι.
他劝说波奥蒂亚人和拉刻代蒙人双方达成休战,并防范命运的莫测。
§15.54.6γενομένων δὲ τῶν σπονδῶν Κλεόμβροτος ἀνέξευξε μετὰ τῆς δυνάμεως ἐκ τῆς Βοιωτίας, καὶ ἀπήντησεν αὐτῷ ἄλλη δύναμις μεγάλη Λακεδαιμονίων καὶ τῶν συμμάχων, ἡγουμένου Ἀρχιδάμου τοῦ Ἀγησιλάου.
休战条约达成后,克勒奥姆布罗托斯率军撤出波奥蒂亚,与他相遇的是另一支由阿格西劳斯之子阿基达马斯率领的拉刻代蒙人及其盟友的大军。
οἱ γὰρ Σπαρτιᾶται θεωροῦντες τὴν ἑτοιμότητα τῶν Βοιωτῶν, καὶ τὸ θράσος καὶ τὴν ἀπόνοιαν εὐλαβούμενοι, τὴν δευτέραν ἀπεστάλκεισαν δύναμιν, ἵνα τῷ πλήθει τῶν ἀγωνιζομένων περιγένωνται τῆς τῶν πολεμίων τόλμης.
因为斯巴达人看到波奥蒂亚人的严阵以待,并警惕他们的胆量与拼死决意,便派出了这第二支军队,以便凭借参战人数的优势压倒敌人的斗志。
§15.54.7συνελθουσῶν δʼ εἰς ταὐτὸ τῶν δυνάμεων αἰσχρὸν εἶναι ὑπέλαβον οἱ Λακεδαιμόνιοι δεδιέναι τὰς τῶν Βοιωτῶν ἀρετάς.
当两支军队汇合后,拉刻代蒙人认为畏惧波奥蒂亚人的勇猛是可耻的。
διόπερ τὰς σπονδὰς παρʼ οὐδὲν ἡγησάμενοι μετὰ πολλῆς προθυμίας ἀνέκαμψαν εἰς Λεῦκτρα.
因此,他们将休战协议视为废纸,满怀热忱地返回了留克特拉。
ἑτοίμων δʼ ὄντων καὶ τῶν Βοιωτῶν πρὸς τὴν μάχην, ἐξέταττον ἀμφότεροι τὰς δυνάμεις.
由于波奥蒂亚人也做好了战斗准备,双方都开始部署各自的兵力。

词汇与语法注释

  1. 15.54.1προαχθεὶς — 被动语态分词 προαχθείς(源自 προάγω,意为“领前、介绍”)表明莱安德里亚斯被带到或引荐到公民大会上。在此语境下,它描述了他在公众集会上被引荐并发表声明的情景。
  2. 15.54.6ἵνα τῷ πλήθει τῶν ἀγωνιζομένων περιγένωνται τῆς τῶν πολεμίων τόλμης — 在这一目的从句中,动词 περιγένωνται 支配属格(τῆς τῶν πολεμίων τόλμης,“敌人的胆量”),意为“战胜”或“压倒”。与格短语 τῷ πλήθει τῶν ἀγωνιζομένων 表示方式或手段,意为“凭借参战者的数量(优势)”。
  3. 15.54.7αἰσχρὸν εἶναι ὑπέλαβον ... δεδιέναι — 这是一个依赖于动词 ὑπέλαβον 的“对格加不定式”结构。带有名词性形容词 αἰσχρόν 的不定式 εἶναι,其主语是更深层的不定式短语 δεδιέναι τὰς τῶν Βοιωτῶν ἀρετάς(“畏惧波奥蒂亚人的勇猛”),整句意为“他们认为畏惧……是可耻的”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §15.54.1-15.54.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:15.54.1-15.54.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。