Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §15.54.1-15.54.7

敗北の予言とヤソンの調停破綻による両軍の布陣

466 / 723 箇所 · ギリシア語

要旨

スパルタの亡命者、地元の神託師、テッサリアのヤソンによる調停など、様々な要因がレウクトラの決戦前夜に影響を与える。一度は休戦が結ばれたものの、援軍を得たラケダイモン人は再び戦うことを決意し、両軍が対峙する。

§15.54.1συνήργησε δὲ πρὸς ταύτην τὴν ἐπίνοιαν Λεανδρίας ὁ Σπαρτιάτης, πεφευγὼς μὲν ἐκ Λακεδαίμονος, τότε δὲ συστρατεύων Θηβαίοις.
そして、スパルタ人のレアンドリアスがこの計略に協力したが、彼はラケダイモンから亡命しており、その時はテバイ人とともに従軍していた。
οὗτος γὰρ ἐν ἐκκλησίᾳ προαχθεὶς ἀπεφήνατο παλαιὸν εἶναι λόγιον τοῖς Σπαρτιάταις, ὅτι τότε τὴν ἡγεμονίαν ἀποβαλοῦσιν, ὅταν ἐν Λεύκτροις ὑπὸ Θηβαίων ἡττηθῶσιν.
彼が民会に進み出て、スパルタ人には古い神託があり、レウクトラでテバイ人に敗北したときに覇権を失うことになる、と言明したからである。
§15.54.2προσῆλθον δὲ τῷ Ἐπαμεινώνδᾳ καὶ χρησμολόγοι τινὲς ἐγχώριοι, λέγοντες ὅτι περὶ τὸν τάφον τῶν Λεύκτρου καὶ Σκεδάσου θυγατέρων μεγάλῃ συμφορᾷ δεῖ περιπεσεῖν Λακεδαιμονίους διὰ τοιαύτας αἰτίας.
また、地元の神託師たちもエパメイノンダスのもとにやって来て、レウクトロスとスケダソスの娘たちの墓のあたりで、次のような理由によってラケダイモン人が大破局に見舞われるに違いない、と語った。
§15.54.3Λεῦκτρος ἦν, ἀφʼ οὗ τὸ πεδίον τοῦτο ἔσχε τὴν προσηγορίαν.
この平野がその名を得た由来となったレウクトロスという者がいた。
τούτου θυγατέρας καὶ Σκεδάσου τινὸς ὁμοίως κόρας πρέσβεις Λακεδαιμονίων ἐβιάσαντο·
この者の娘たちと、同じくスケダソスという者の娘たちを、ラケダイモン人の使節たちが手ごめた。
αἱ δὲ ὑβρισθεῖσαι τὴν συμφορὰν οὐκ ἐνέγκασαι, τῇ πατρίδι τῇ πεμψάσῃ τοὺς ὑβριστὰς καταρασάμεναι τὸν βίον αὐτοχειρίᾳ κατέστρεψαν.
辱められた彼女たちは、この不幸に耐えかねて、陵辱者を送り出した祖国に呪いをかけ、自らの手で命を絶ったのである。
§15.54.4πολλῶν δὲ καὶ ἄλλων τοιούτων λεγομένων, καὶ τοῦ Ἐπαμεινώνδου συναγαγόντος ἐκκλησίαν καὶ τοὺς στρατιώτας τοῖς οἰκείοις λόγοις προτρεψαμένου πρὸς τὸν ἀγῶνα, πάντες μετέθεντο τὰς γνώμας, καὶ τῆς μὲν δεισιδαιμονίας ἀπελύθησαν, πρὸς δὲ τὴν μάχην εὐθαρσεῖς ταῖς ψυχαῖς κατέστησαν.
他の多くのこのようなことも語られ、またエパメイノンダスが民会を招集してふさわしい言葉で兵士たちを戦いへと奮起させたので、全員が考えを変え、迷信的な恐れから解放されて、戦闘に向けて心に勇気をみなぎらせた。
§15.54.5ἦλθε δὲ καὶ συμμαχία κατὰ τοῦτον τὸν καιρὸν τοῖς Θηβαίοις παρὰ Θετταλῶν, πεζοὶ μὲν χίλιοι καὶ πεντακόσιοι, ἱππεῖς δὲ πεντακόσιοι, ὧν ἡγεῖτο Ἰάσων.
また、この時にテバイ人たちのもとにテッサリア人から歩兵千五百人、騎兵五百人の援軍が到着し、彼らをヤソンが率いていた。
οὗτος δʼ ἔπεισε τούς τε Βοιωτοὺς καὶ τοὺς Λακεδαιμονίους ἀνοχὰς ποιήσασθαι καὶ τὰ παράλογα τῆς τύχης εὐλαβηθῆναι.
彼はボイオティア人とラケダイモン人の双方を説得して、休戦を結び、運命の不測の事態を警戒するようにさせた。
§15.54.6γενομένων δὲ τῶν σπονδῶν Κλεόμβροτος ἀνέξευξε μετὰ τῆς δυνάμεως ἐκ τῆς Βοιωτίας, καὶ ἀπήντησεν αὐτῷ ἄλλη δύναμις μεγάλη Λακεδαιμονίων καὶ τῶν συμμάχων, ἡγουμένου Ἀρχιδάμου τοῦ Ἀγησιλάου.
休戦が結ばれると、クレオムブロスは軍勢を率いてボイオティアから撤退したが、そこにアゲシラオスの息子アルキダモスが率いるラケダイモン人と同じ盟邦の別の大きな軍勢が出迎えた。
οἱ γὰρ Σπαρτιᾶται θεωροῦντες τὴν ἑτοιμότητα τῶν Βοιωτῶν, καὶ τὸ θράσος καὶ τὴν ἀπόνοιαν εὐλαβούμενοι, τὴν δευτέραν ἀπεστάλκεισαν δύναμιν, ἵνα τῷ πλήθει τῶν ἀγωνιζομένων περιγένωνται τῆς τῶν πολεμίων τόλμης.
スパルタ人たちはボイオティア人の覚悟を見て取り、彼らの大胆さと死に物狂いの決意を警戒して、戦う者の多さによって敵の胆力を圧倒するために、第二の軍勢を派遣していたのである。
§15.54.7συνελθουσῶν δʼ εἰς ταὐτὸ τῶν δυνάμεων αἰσχρὸν εἶναι ὑπέλαβον οἱ Λακεδαιμόνιοι δεδιέναι τὰς τῶν Βοιωτῶν ἀρετάς.
軍勢が合流すると、ラケダイモン人たちはボイオティア人の勇猛さを恐れることは恥ずべきことだと考えた。
διόπερ τὰς σπονδὰς παρʼ οὐδὲν ἡγησάμενοι μετὰ πολλῆς προθυμίας ἀνέκαμψαν εἰς Λεῦκτρα.
それゆえ、彼らは休戦協定を無視し、大いなる意気込みをもってレウクトラへと引き返した。
ἑτοίμων δʼ ὄντων καὶ τῶν Βοιωτῶν πρὸς τὴν μάχην, ἐξέταττον ἀμφότεροι τὰς δυνάμεις.
ボイオティア人もまた戦いの準備が整っていたので、双方が自らの軍勢を整列させた。

語釈・文法注

  1. 15.54.1προαχθεὶς — 受動態分詞 προαχθείς(προάγω 「前に引き出す、紹介する」)は、レアンドリアスが民会の場に「連れ出された」あるいは「進み出た」ことを表す。文脈上、彼が第三者として公の場に登場して発言した状況を示す。
  2. 15.54.6ἵνα τῷ πλήθει τῶν ἀγωνιζομένων περιγένωνται τῆς τῶν πολεμίων τόλμης — 目的節であり、動詞 περιγένωνται は属格支配(τῆς τῶν πολεμίων τόλμης 「敵の胆力」)をとり、「〜に打ち勝つ、〜を圧倒する」を意味する。与格の τῷ πλήθει τῶν ἀγωνιζομένων は手段を表し、「戦う人々の数(多さ)によって」と解釈される。
  3. 15.54.7αἰσχρὸν εἶναι ὑπέλαβον ... δεδιέναι — 動詞 ὑπέλαβον の目的語となる対格不定詞構文。形容詞 αἰσχρόν と存在動詞 εἶναι の主語は、さらにその下層にある主格不定詞句 δεδιέναι τὰς τῶν Βοιωτῶν ἀρετάς(「ボイオティア人の勇猛さを恐れること」)であり、「〜を恐れることは恥ずべきことであると彼らは考えた」という多重構造になっている。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §15.54.1-15.54.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:15.54.1-15.54.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。