Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §15.49.1-15.49.6

赫利克人的不敬与波塞冬的惩罚

第 461 段,共 723 段 · 希腊语

内容简介

叙述了伊奥尼亚使节根据德尔斐神谕试图从赫利克获取波塞冬神庙的分灵时,赫利克人进行不敬的阻挠,因而触怒波塞冬,导致城市被大地震和洪水毁灭的经过。

§15.49.1κατὰ τὴν Ἰωνίαν ἐννέα πόλεις εἰώθεισαν κοινὴν ποιεῖσθαι σύνοδον τὴν τῶν Πανιωνίων, καὶ θυσίας συνθύειν ἀρχαίας καὶ μεγάλας Ποσειδῶνι περὶ τὴν ὀνομαζομένην Μυκάλην ἐν ἐρήμῳ τόπῳ.
在伊奥尼亚,九个城市习惯于举行共同的集会,即“泛伊奥尼亚节”,并在一个名为米卡雷的荒僻之地共同向波塞冬献上古老而盛大的祭祀。
ὕστερον δὲ πολέμων γενομένων περὶ τούτους τοὺς τόπους οὐ δυνάμενοι ποιεῖν τὰ Πανιώνια, μετέθεσαν τὴν πανήγυριν εἰς ἀσφαλῆ τόπον, ὃς ἦν πλησίον τῆς Ἐφέσου.
但后来,由于这些地区周围爆发了战争,他们无法举行泛伊奥尼亚节,于是将这一节日转移到了靠近以弗所的一个安全地方。
πέμψαντες δὲ θεωροὺς Πυθώδε, χρησμοὺς ἔλαβον ἀφιδρύματα λαβεῖν ἀπὸ τῶν ἀρχαίων καὶ προγονικῶν αὐτοῖς βωμῶν ἐξ Ἑλίκης τῆς ἐν τῷ τότε μὲν Ἰωνίας, νῦν δὲ Ἀχαΐας καλουμένης.
他们向皮托派遣了使节,得到的明示是要从赫利克获取他们古老而祖传的祭坛上的分灵,赫利克在当时被称为伊奥尼亚,而现在被称为亚该亚。
§15.49.2οἱ μὲν οὖν Ἴωνες κατὰ τὸν χρησμὸν ἔπεμψαν εἰς Ἀχαΐαν τοὺς ληψομένους τὰ ἀφιδρύματα·
于是,伊奥尼亚人根据神谕派遣使者前往亚该亚,去迎取分灵。
οὗτοι δὲ πρὸς τὸ κοινὸν τῶν Ἀχαιῶν διαλεχθέντες ἔπεισαν διδόναι τὰ ἀξιούμενα.
这些使者向亚该亚人的共同体进行了游说,说服他们准予所求。
οἱ δὲ τὴν Ἑλίκην οἰκοῦντες, ἔχοντες παλαιὸν λόγιον ὅτι τότε κινδυνεύσουσιν ὅταν Ἴωνες ἐπὶ τοῦ βωμοῦ τοῦ Ποσειδῶνος θύσωσιν, ἀναλογιζόμενοι τὸν χρησμὸν ἀντέλεγον τοῖς Ἴωσι περὶ τῶν ἀφιδρυμάτων, λέγοντες μὴ κοινὸν τῶν Ἀχαιῶν, ἀλλʼ ἴδιον αὑτῶν εἶναι τὸ τέμενος· συνέπραττον δὲ τούτοις καὶ οἱ τὴν Βοῦραν οἰκοῦντες.
然而,赫利克的居民持有一条古老的预言,称“当伊奥尼亚人在波塞冬的祭坛上献祭时,他们将面临危险”,考虑到这一神谕,他们反对向伊奥尼亚人提供分灵,声称该圣地并不是亚该亚人的公产,而是他们自己的私产;布拉的居民也与他们采取了共同行动。
§15.49.3τῶν δὲ Ἀχαιῶν κοινῷ δόγματι συγχωρησάντων, οἱ μὲν Ἴωνες ἔθυσαν ἐπὶ τοῦ βωμοῦ τοῦ Ποσειδῶνος κατὰ τὸν χρησμόν, οἱ δʼ Ἑλικεῖς τὰ χρήματα διαρρίψαντες τῶν Ἰώνων τούς τε θεωροὺς συνήρπασαν, ἠσέβησάν τε εἰς τὸ θεῖον.
但在亚该亚人通过共同决议予以同意后,伊奥尼亚人便按照神谕在波塞冬的祭坛上进行了祭祀,而赫利克人则粗暴地散落了伊奥尼亚人的祭品,绑架了他们的使节,对神明犯下了亵渎之罪。
ἀνθʼ ὧν φασι μηνίσαντα τὸν Ποσειδῶνα διὰ τοῦ σεισμοῦ καὶ τοῦ κατακλυσμοῦ τὰς ἀσεβούσας πόλεις λυμήνασθαι.
据说,为了报复这些行记,波塞冬大怒,通过地震和洪水毁灭了这些不敬的城市。
§15.49.4τοῦ δʼ ἐκ Ποσειδῶνος γεγονέναι τὴν μῆνιν ταῖς πόλεσί φασιν ἐμφανεῖς ἀποδείξεις ὑπάρχειν διὰ τὸ τῶν σεισμῶν καὶ τῶν κατακλυσμῶν τοῦτον τὸν θεὸν ἔχειν διειλῆφθαι τὴν ἐξουσίαν, καὶ διὰ τὸ δοκεῖν τὸ παλαιὸν τὴν Πελοπόννησον οἰκητήριον γεγονέναι Ποσειδῶνος, καὶ τὴν χώραν ταύτην ὥσπερ ἱερὰν τοῦ Ποσειδῶνος νομίζεσθαι, καὶ τὸ σύνολον πάσας τὰς ἐν Πελοποννήσῳ πόλεις μάλιστα τῶν ἀθανάτων τὸν θεὸν τιμᾶν τοῦτον.
人们说,有明显的证据表明对这些城市的惩罚是由于波塞冬的愤怒,因为这位神明被认为拥有支配地震和洪水的权力,而且自古以来,伯罗奔尼撒就被认为是波塞冬的居所,这片土地也被视为波塞冬的圣地,总之,伯罗奔尼撒的所有城市在所有不朽的神明中最崇敬这位神。
§15.49.5πρὸς δὲ τούτοις τὴν Πελοπόννησον κατὰ βάθους ἔχειν μεγάλα κοιλώματα καὶ συστάσεις ὑδάτων ναματιαίων μεγάλας.
此外,伯罗奔尼撒的深处有着巨大的空洞和大量涌动的地下水源。
εἶναι γὰρ ἐν αὐτῇ δύο ποταμοὺς φανεροὺς ῥέοντας ὑπὸ γῆν· ὅ τε γὰρ περὶ Φένεον ποταμὸς εἰς τὴν γῆν καταδυόμενος ἐν τοῖς προτέροις χρόνοις ἠφανίζετο, τῶν κατὰ γῆς ἄντρων αὐτὸν ὑποδεχομένων, ὅ τε περὶ Στύμφηλον εἴς τι χάσμα καταδυόμενος ἐπὶ διακοσίους σταδίους φέρεται κεκρυμμένος κατὰ γῆς καὶ παρὰ τὴν τῶν Ἀργείων πόλιν ἐξίησιν.
因为那里有两条明显的河流在地下流淌:一条是费内奥斯附近的河流,它潜入地下,在以前的时代里消失不见,地下的洞穴容纳了它;另一条是斯廷法洛斯附近的河流,它潜入某个深渊,在地下隐秘地流淌了两百斯塔迪翁,最后在阿哥斯人的城市附近流出地面。
§15.49.6πρὸς δὲ τοῖς εἰρημένοις λέγουσιν, ὅτι πλὴν τῶν ἀσεβησάντων οὐδεὶς ἄλλος περιέπεσε τῇ συμφορᾷ.
除了已说的这些,他们还说,除了那些作恶亵渎神明的人之外,没有其他人遭遇这场灾难。
καὶ περὶ μὲν τῶν γενομένων σεισμῶν καὶ κατακλυσμῶν ἀρκεσθησόμεθα τοῖς ῥηθεῖσιν.
关于所发生的地震和洪水,我们就以这些叙述为满足吧。

词汇与语法注释

  1. 15.49.1ἐξ Ἑλίκης τῆς ἐν τῷ τότε μὲν Ἰωνίας, νῦν δὲ Ἀχαΐας καλουμένης — 意为“从当时属于伊奥尼亚、现在被称为亚该亚之地的赫利克”。冠词 `τῷ` 可能指代中性名词(如“领土”或“地区”),或者是抄本中将 `τῇ` 误写为 `τῷ`(本应与 `Ἰωνίᾳ` 一致)。
  2. 15.49.2ὅτι τότε κινδυνεύσουσιν ὅταν Ἴωνες ἐπὶ τοῦ βωμοῦ τοῦ Ποσειδῶνος θύσωσιν — 这是一个同位语 `ὅτι` 从句,用以解释 `λόγιον`(预言)的内容。主句动词 `κινδυνεύσουσιν` 为将来直说语气,表示一旦满足 `ὅταν` 从句中的条件,他们必将面临危险。
  3. 15.49.4τοῦ δʼ ἐκ Ποσειδῶνος γεγονέναι τὴν μῆνιν ταῖς πόλεσί φασιν ἐμφανεῖς ἀποδείξεις ὑπάρχειν — 这是一个复杂的“带对格的不定式”(AcI)结构。`ἐμφανεῖς ἀποδείξεις ὑπάρχειν`(存在明显的证据)作为 `φασίν`(他们说)的宾语,并受到带冠词属格不定式 `τοῦ ... γεγονέναι τὴν μῆνιν`(关于愤怒的产生)的修饰。`τὴν μῆνιν` 是该属格不定式的逻辑主语。
  4. 15.49.5ὅτε περὶ Στύμφηλος — 对比两条地下河流的平行结构的一部分。它对应于 `ὅ τε περὶ Φένεον ποταμὸς`,在 `Στύμφηλος` 之后省略了名词 `ποταμός`。指代流经斯廷法洛斯湖或其附近地区的河流。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §15.49.1-15.49.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:15.49.1-15.49.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。