§15.49.1κατὰ τὴν Ἰωνίαν ἐννέα πόλεις εἰώθεισαν κοινὴν ποιεῖσθαι σύνοδον τὴν τῶν Πανιωνίων, καὶ θυσίας συνθύειν ἀρχαίας καὶ μεγάλας Ποσειδῶνι περὶ τὴν ὀνομαζομένην Μυκάλην ἐν ἐρήμῳ τόπῳ.
In Ionia, nine cities were accustomed to hold a common assembly, the Panionia, and to offer ancient and great sacrifices together to Poseidon in a deserted place near the so-called Mycale.
ὕστερον δὲ πολέμων γενομένων περὶ τούτους τοὺς τόπους οὐ δυνάμενοι ποιεῖν τὰ Πανιώνια, μετέθεσαν τὴν πανήγυριν εἰς ἀσφαλῆ τόπον, ὃς ἦν πλησίον τῆς Ἐφέσου.
But later, when wars broke out around these places, being unable to hold the Panionia, they transferred the festival to a safe place, which was near Ephesus.
πέμψαντες δὲ θεωροὺς Πυθώδε, χρησμοὺς ἔλαβον ἀφιδρύματα λαβεῖν ἀπὸ τῶν ἀρχαίων καὶ προγονικῶν αὐτοῖς βωμῶν ἐξ Ἑλίκης τῆς ἐν τῷ τότε μὲν Ἰωνίας, νῦν δὲ Ἀχαΐας καλουμένης.
Sending envoys to Pytho, they received oracles to take reproductions of the images from their ancient and ancestral altars from Helike, which was situated in what was then called Ionia, but is now called Achaea.
§15.49.2οἱ μὲν οὖν Ἴωνες κατὰ τὸν χρησμὸν ἔπεμψαν εἰς Ἀχαΐαν τοὺς ληψομένους τὰ ἀφιδρύματα·
The Ionians, therefore, in accordance with the oracle, sent messengers to Achaea to receive the reproductions.
οὗτοι δὲ πρὸς τὸ κοινὸν τῶν Ἀχαιῶν διαλεχθέντες ἔπεισαν διδόναι τὰ ἀξιούμενα.
These messengers, having spoken before the common assembly of the Achaeans, persuaded them to grant their request.
οἱ δὲ τὴν Ἑλίκην οἰκοῦντες, ἔχοντες παλαιὸν λόγιον ὅτι τότε κινδυνεύσουσιν ὅταν Ἴωνες ἐπὶ τοῦ βωμοῦ τοῦ Ποσειδῶνος θύσωσιν, ἀναλογιζόμενοι τὸν χρησμὸν ἀντέλεγον τοῖς Ἴωσι περὶ τῶν ἀφιδρυμάτων, λέγοντες μὴ κοινὸν τῶν Ἀχαιῶν, ἀλλʼ ἴδιον αὑτῶν εἶναι τὸ τέμενος· συνέπραττον δὲ τούτοις καὶ οἱ τὴν Βοῦραν οἰκοῦντες.
But the inhabitants of Helike, possessing an ancient prophecy that they would be in danger whenever the Ionians should sacrifice on the altar of Poseidon, took the oracle into consideration and opposed the Ionians concerning the reproductions, saying that the sacred precinct was not the common property of the Achaeans, but their own private possession; and the inhabitants of Bura also cooperated with them.
§15.49.3τῶν δὲ Ἀχαιῶν κοινῷ δόγματι συγχωρησάντων, οἱ μὲν Ἴωνες ἔθυσαν ἐπὶ τοῦ βωμοῦ τοῦ Ποσειδῶνος κατὰ τὸν χρησμόν, οἱ δʼ Ἑλικεῖς τὰ χρήματα διαρρίψαντες τῶν Ἰώνων τούς τε θεωροὺς συνήρπασαν, ἠσέβησάν τε εἰς τὸ θεῖον.
But when the Achaeans by a common decree consented, the Ionians sacrificed on the altar of Poseidon in accordance with the oracle, while the Helikians scattered the offerings of the Ionians, seized their envoys, and committed sacrilege against the divine.
ἀνθʼ ὧν φασι μηνίσαντα τὸν Ποσειδῶνα διὰ τοῦ σεισμοῦ καὶ τοῦ κατακλυσμοῦ τὰς ἀσεβούσας πόλεις λυμήνασθαι.
In return for these deeds, they say, Poseidon became angry and destroyed the impious cities by means of the earthquake and the flood.
§15.49.4τοῦ δʼ ἐκ Ποσειδῶνος γεγονέναι τὴν μῆνιν ταῖς πόλεσί φασιν ἐμφανεῖς ἀποδείξεις ὑπάρχειν διὰ τὸ τῶν σεισμῶν καὶ τῶν κατακλυσμῶν τοῦτον τὸν θεὸν ἔχειν διειλῆφθαι τὴν ἐξουσίαν, καὶ διὰ τὸ δοκεῖν τὸ παλαιὸν τὴν Πελοπόννησον οἰκητήριον γεγονέναι Ποσειδῶνος, καὶ τὴν χώραν ταύτην ὥσπερ ἱερὰν τοῦ Ποσειδῶνος νομίζεσθαι, καὶ τὸ σύνολον πάσας τὰς ἐν Πελοποννήσῳ πόλεις μάλιστα τῶν ἀθανάτων τὸν θεὸν τιμᾶν τοῦτον.
They say that clear proofs exist that the wrath against the cities arose from Poseidon, because this god is believed to hold authority over earthquakes and floods, and because of old Peloponnese was thought to have been the habitation of Poseidon, and this country is regarded as sacred to Poseidon, and, in general, all the cities in the Peloponnese honor this god most of all the immortals.
§15.49.5πρὸς δὲ τούτοις τὴν Πελοπόννησον κατὰ βάθους ἔχειν μεγάλα κοιλώματα καὶ συστάσεις ὑδάτων ναματιαίων μεγάλας.
In addition to these things, the Peloponnese has deep in its depths great cavities and large accumulations of running waters.
εἶναι γὰρ ἐν αὐτῇ δύο ποταμοὺς φανεροὺς ῥέοντας ὑπὸ γῆν· ὅ τε γὰρ περὶ Φένεον ποταμὸς εἰς τὴν γῆν καταδυόμενος ἐν τοῖς προτέροις χρόνοις ἠφανίζετο, τῶν κατὰ γῆς ἄντρων αὐτὸν ὑποδεχομένων, ὅ τε περὶ Στύμφηλον εἴς τι χάσμα καταδυόμενος ἐπὶ διακοσίους σταδίους φέρεται κεκρυμμένος κατὰ γῆς καὶ παρὰ τὴν τῶν Ἀργείων πόλιν ἐξίησιν.
For there are in it two rivers clearly flowing under the earth; the one near Pheneus, plunging into the earth, disappeared in former times, the caves beneath the earth receiving it, and the one near Stymphalus, plunging into a certain chasm, flows hidden under the earth for two hundred stades and emerges near the city of the Argives.
§15.49.6πρὸς δὲ τοῖς εἰρημένοις λέγουσιν, ὅτι πλὴν τῶν ἀσεβησάντων οὐδεὶς ἄλλος περιέπεσε τῇ συμφορᾷ.
In addition to what has been said, they say that no one else fell into the disaster except those who committed the sacrilege.
καὶ περὶ μὲν τῶν γενομένων σεισμῶν καὶ κατακλυσμῶν ἀρκεσθησόμεθα τοῖς ῥηθεῖσιν.
And concerning the earthquakes and floods that occurred, we shall be satisfied with what has been said.