Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §15.50.1-15.50.6

火梁凶兆与排除底比斯的共通和平

第 462 段,共 723 段 · 希腊语

内容简介

在雅典执政官阿尔基斯提尼斯任期内,不祥的“火梁”彗星出现,预示着斯巴达霸权的陨落。同时,在波斯国王的斡旋下达成了共同和平,但底比斯因坚持波奥蒂亚的统一而被排除在条约之外,导致斯巴达开始准备对其发动战争。

§15.50.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησιν Ἀλκισθένους Ῥωμαῖοι μὲν ἀντὶ τῶν ὑπάτων χιλιάρχους κατέστησαν ὀκτώ, Λεύκιον Οὐαλέριον καὶ Πόπλιον, ἔτι δὲ Γάιον Τερέντιον καὶ Λεύκιον Μενήνιον, πρὸς δὲ τούτοις Γάιον Σολπίκιον καὶ Τίτον Παπίριον καὶ Λεύκιον Αἰμίλιον, παρὰ δὲ Ἠλείοις Ὀλυμπιὰς ἤχθη δευτέρα πρὸς ταῖς ἑκατόν, καθʼ ἣν ἐνίκα στάδιον Δάμων Θούριος.
在雅典执政官阿尔基斯提尼斯任期内,罗马人任命了八位军事执政官代替执政官:卢基乌斯·瓦莱里乌斯、普布利乌斯、以及盖乌斯·特伦提乌斯、卢基乌斯·梅内尼乌斯,此外还有盖乌斯·苏尔皮基乌斯、提图斯·帕皮里乌斯和卢基乌斯·埃米利乌斯;在埃利斯人中举行了第一百零二届奥林匹克运动会,在此届运动会上,图里伊的达蒙获得了短跑冠军。
§15.50.2ἐπὶ δὲ τούτων, Λακεδαιμονίων ἔτη σχεδὸν πεντακόσια τῆς Ἑλλάδος ἐχόντων τὴν ἡγεμονίαν, τὸ θεῖον προεσήμαινεν αὐτοῖς τῆς ἀρχῆς τὴν ἀποβολήν·
在这些官员任职期间,尽管拉刻代蒙人已经掌握了希腊的霸权将近五百年,神意却预先向他们示警,预示他们将失去统治权。
ὤφθη μὲν γὰρ κατὰ τὸν οὐρανὸν ἐπὶ πολλὰς νύκτας λαμπὰς μεγάλη καομένη, ἀπὸ τοῦ σχήματος ὀνομασθεῖσα πυρίνη δοκίς· μικρὸν δʼ ὕστερον ἡττηθέντες οἱ Σπαρτιᾶται παραδόξως μεγάλῃ μάχῃ τὴν ἡγεμονίαν ἀπέβαλον ἀνελπίστως.
因为在天空中有许多个夜晚出现了一支燃烧着的巨大火炬,因其形状而被命名为“火梁”;不久之后,斯巴达人在一场大战中出人意料地惨败,令人难以置信地失去了他们的霸权。
§15.50.3ἔνιοι δὲ τῶν φυσικῶν τὴν γένεσιν τῆς λαμπάδος εἰς φυσικὰς αἰτίας ἀνέφερον, ἀποφαινόμενοι τὰ τοιαῦτα φαντάσματα κατηναγκασμένως γίνεσθαι χρόνοις ὡρισμένοις, καὶ περὶ τῶν τοιούτων τούς τε ἐν Βαβυλῶνι Χαλδαίους καὶ τοὺς ἄλλους ἀστρολόγους ποιουμένους προρρήσεις ἐναργεῖς ἐπιτυγχάνειν·
但一些自然哲学家将这支火炬的产生归因于自然原因,声称此类现象是在特定时间内必然发生的,并且关于此类事情,巴比伦的迦勒底人和其他占星术士做出了清晰的预言并取得了成功。
τοὺς δὲ μὴ θαυμάζειν ὅταν γένηταί τι τοιοῦτον, ἀλλʼ ἐὰν μὴ γένηται, κατὰ τὰς ἰδίας ἑκάστων περιόδους αἰωνίοις κινήσεσι καὶ φοραῖς ὡρισμέναις συντελουμένων.
而且他们说,占星术士在这种事情发生时并不感到惊异,相反,如果它没有发生,他们才会感到惊异,因为这些现象是根据各自特有的周期,通过永恒的运动和特定的轨道而完成的。
τὴν δʼ οὖν λαμπάδα τοσαύτην ἐσχηκέναι λαμπρότητα καὶ δύναμιν τοῦ φωτός, ὥστʼ ἐπὶ τῆς γῆς σκιὰς ποιεῖν παραπλησίας τῇ σελήνῃ.
无论如何,那支火炬具有如此巨大的亮度和光力,以至于在地面上投下了类似于月光所产生的阴影。
§15.50.4κατὰ δὲ τούτους τοὺς χρόνους Ἀρταξέρξης ὁ βασιλεὺς ὁρῶν πάλιν ταραττομένην τὴν Ἑλλάδα πρέσβεις ἀπέστειλε, παρακαλῶν συλλύσασθαι τοὺς ἐμφυλίους πολέμους καὶ συνθέσθαι κοινὴν εἰρήνην κατὰ τὰς ὁμολογίας, ἃς πρότερον ἦσαν πεποιημένοι.
就在这些时期,国王阿尔塔薛西斯看到希腊再次陷入动荡,便派遣了使节,敦促他们平息内战,并按照他们先前达成的协议缔结共同和平。
τῶν Ἑλλήνων δὲ πάντων ἀσμένως προσδεξαμένων τοὺς λόγους, συνέθεντο κοινὴν εἰρήνην αἱ πόλεις πᾶσαι πλὴν Θηβαίων· Θηβαῖοι γὰρ μόνοι, τὴν Βοιωτίαν ὑπὸ μίαν ἄγοντες συντέλειαν, οὐ προσεδέχθησαν ὑπὸ τῶν Ἑλλήνων διὰ τὸ πᾶσιν ἀρέσκειν κατὰ πόλιν γίνεσθαι τοὺς ὅρκους καὶ τὰς σπονδάς.
当所有希腊人都欣然接受了这些提议时,所有的城市都缔结了共同和平,唯独底比斯人除外;因为只有底比斯人正试图将波奥蒂亚置于单一的联邦之下,而希腊人不愿接纳他们,因为大家都赞成誓言和盟约应该以城市为单位逐一进行。
διόπερ ἔκσπονδοι γενηθέντες ὥσπερ καὶ πρότερον, συνεῖχον τὴν Βοιωτίαν ἐν τῇ καθʼ αὑτοὺς μιᾷ συντελείᾳ.
因此,他们像以前一样被排除在条约之外,继续将波奥蒂亚维系在他们自己的单一联邦之下。
§15.50.5ἐπὶ δὲ τούτοις οἱ Λακεδαιμόνιοι παροξυνθέντες ἔγνωσαν μεγάλῃ δυνάμει στρατεύειν ἐπʼ αὐτούς, ὡς κοινοὺς πολεμίους· σφόδρα γὰρ ὑφεωρῶντο τὴν αὔξησιν αὐτῶν, μήποτε τῆς ὅλης Βοιωτίας ἡγούμενοι τὴν ἡγεμονίαν τῆς Σπάρτης καταλύσωσιν, ἐπιλαβόμενοι καιροῦ.
对此,拉刻代蒙人深感愤怒,决定以大军向他们进军,将他们视为共同的敌人;因为他们极其警惕底比斯人的崛起,担心一旦底比斯人领导了整个波奥蒂亚,他们就会乘机推翻斯巴达的霸权。
ἔν τε γὰρ τοῖς γυμνασίοις συνεχῶς διατρίβοντες εὔρωστοι τοῖς σώμασιν ὑπῆρχον, καὶ φύσει φιλοπόλεμοι καθεστῶτες οὐδενὸς ἔθνους Ἑλληνικοῦ ταῖς ἀνδρείαις ἐλείποντο.
因为由于他们不断在体育馆中锻炼,他们拥有强壮的体魄,而且由于天性好战,他们在勇敢上不亚于任何希腊民族。
§15.50.6εἶχον δὲ καὶ ἡγεμόνας ἐπιφανεῖς ταῖς ἀρεταῖς πολλοὺς μὲν καὶ ἄλλους, μεγίστους δὲ τρεῖς, Ἐπαμεινώνδαν καὶ Γοργίαν, ἔτι δὲ καὶ Πελοπίδαν· ἥ τε πόλις τῶν Θηβαίων διὰ τῆς τῶν προγόνων ἐπιφανείας ἐν τοῖς ἡρωικοῖς χρόνοις φρονήματος ἦν πλήρης καὶ μεγάλων ὠρέγετο πραγμάτων.
他们还有许多其他因德能卓越而闻名的领袖,其中最伟大的有三位:伊帕密浓达、戈尔吉亚斯,以及皮洛皮达斯;底比斯城因为祖先在英雄时代的名声而充满自豪,渴望成就伟大的事业。
κατὰ μὲν οὖν τοῦτον τὸν ἐνιαυτὸν οἱ Λακεδαιμόνιοι παρεσκευάζοντο πρὸς τὸν πόλεμον καὶ δυνάμεις κατέλεγον τὰς μὲν πολιτικάς, τὰς δὲ παρὰ τῶν συμμάχων.
因此,在这一年中,拉刻代蒙人积极备战,并征集军队,有些来自本国公民,有些来自盟友。

词汇与语法注释

  1. 15.50.3τοὺς δὲ μὴ θαυμάζειν... — 在间接叙述中,不定式 "θαυμάζειν" 的主格宾格 "τοὺς δὲ" 指代前句中提到的迦勒底人和其他占星术士("τοὺς... ἀστρολόγους")。这阐明了自然哲学家们的观点:这些占星术士深知天象是根据固定周期必然发生的,因此当此类事件发生时他们并不感到惊异,相反,如果它们没有发生(这意味着规则轨道的异常),他们才会感到惊异。
  2. 15.50.3συντελουμένων — 属格复数现在分词,构成属格独立(genitive absolute)结构。其省略的主语是前文提到的“此类现象”("τὰ τοιαῦτα φαντάσματα"),或由此暗示的天体运行。
  3. 15.50.4διὰ τὸ πᾶσιν ἀρέσκειν κατὰ πόλιν γίνεσθαι τοὺς ὅρκους — 由介词 "διά" 和带冠词不定式 "τὸ ἀρέσκειν"(意为“令所有人满意/成为共识”)构成的因果短语。不定式 "ἀρέσκειν" 的主语是整个不定式从句 "κατὰ πόλιν γίνεσθαι τοὺς ὅρκους"(“誓言应当以城市为单位逐一进行”)。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §15.50.1-15.50.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:15.50.1-15.50.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。