§15.48.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησιν Ἀστείου Ῥωμαῖοι κατέστησαν ἀντὶ τῶν ὑπάτων χιλιάρχους ἕξ, Μάρκον Φούριον καὶ Λεύκιον Φούριον, ἔτι δὲ Αὖλον Ποστόμιον καὶ Λεύκιον Λοκρήτιον καὶ Μάρκον Φάβιον καὶ Λεύκιον Ποστόμιον.
在阿斯泰乌斯担任雅典执政官期间,罗马人任命了六名具有执政官权力的军事护民官来代替执政官:马尔库斯·富里乌斯、卢基乌斯·富里乌斯,此外还有奥卢斯·波斯图米乌斯、卢基乌斯·卢克雷蒂乌斯、马尔库斯·法比乌斯和卢基乌斯·波斯图米乌斯。
ἐπὶ δὲ τούτων κατὰ τὴν Πελοπόννησον ἐγένοντο σεισμοὶ μεγάλοι καὶ κατακλυσμοὶ χώρας καὶ πόλεων ἄπιστοι· οὐδέποτε γὰρ ἐν τοῖς ἐπάνω χρόνοις ἐγένοντο πάθη τοιαῦτα περὶ πόλεις Ἑλληνίδας, οὔτε τῶν πόλεων αὐτάνδρων ἀφανισμός, θείας τινὸς ἐνεργείας τὴν ἀπώλειαν καὶ φθορὰν τῶν ἀνθρώπων μηχανησαμένης.
在他们任职期间,伯罗奔尼撒发生了大地震,以及令人难以置信的土地和城市的洪水泛滥;因为在以前的时代,希腊城市从未发生过这样的灾难,也没有整个城市的居民连同城市一起消失的情况,仿佛某种神圣的力量设计了人类的灭亡和毁灭。
§15.48.2ἐπέτεινε δὲ τὸ μέγεθος τῆς συμφορᾶς ὁ καιρός· οὐ γὰρ ἡμέρας συνέβη γενέσθαι τὸν σεισμόν, ἐν ᾗ δυνατὸν ἦν τοὺς κινδυνεύοντας βοηθεῖν ἑαυτοῖς, ἀλλὰ νυκτὸς τοῦ πάθους συμβάντος αἱ μὲν οἰκίαι διὰ τὸ μέγεθος τοῦ σεισμοῦ καταρριπτούμεναι συνεχέοντο, οἱ δὲ ἄνθρωποι διά τε τὸ σκότος καὶ τὸ τῆς περιστάσεως ἀπροσδόκητον καὶ παράδοξον ἀδυνάτως εἶχον ἀντιλαμβάνεσθαι τῆς σωτηρίας.
灾难发生的时间加剧了其惨重程度;因为地震并不是发生在白天,那时身处险境的人们还可以自救,而是在夜间发生了这场灾难,房屋因地震的剧烈而倒塌混杂,人们由于黑暗以及事态的突如其来和不可思议,根本无法获得救援。
§15.48.3οἱ μὲν οὖν πλείους ἐναποληφθέντες τοῖς πτώμασι τῶν οἰκιῶν ἠφανίσθησαν· ἐπιλαβούσης δʼ ἡμέρας τινὲς ἐξεπήδων ἐκ τῶν οἰκιῶν, καὶ δόξαντες ἐκπεφευγέναι τὸν κίνδυνον μείζονι καὶ παραδοξοτέρᾳ συμφορᾷ περιέπεσον·
因此,大多数人被困在房屋的废墟中而丧生;但当破晓时,一些人从房屋中跳了出来,以为已经逃离了危险,却遭遇了更大、更不可思议的灾难。
τῆς γὰρ θαλάσσης μετεωρισθείσης ἐπὶ πολὺ καὶ κύματος ὑψηλοῦ ἐξαιρομένου κατεκλύσθησαν ἅπαντες σὺν ταῖς πατρίσιν ἀφανισθέντες.
因为海水升得极高,巨浪腾空而起,所有人连同他们的家园一起被淹没并消失了。
ἐγένετο δὲ τοῦτο τὸ πάθος τῆς Ἀχαΐας περὶ δύο πόλεις, Ἑλίκην τε καὶ Βοῦραν, ὧν τὴν Ἑλίκην συνέβαινε μέγιστον τῶν κατὰ τὴν Ἀχαΐαν πόλεων ἔχειν ἀξίωμα πρὸ τοῦ σεισμοῦ.
这场灾难发生在亚该亚的两座城市,即赫利克和布拉,其中赫利克在地震前是亚该亚城市中声望最高的一座。
§15.48.4περὶ δὲ τῶν συμπτωμάτων μεγάλης οὔσης ζητήσεως, οἱ μὲν φυσικοὶ πειρῶνται τὰς αἰτίας τῶν τοιούτων παθῶν οὐκ εἰς τὸ θεῖον ἀναφέρειν, ἀλλʼ εἰς φυσικάς τινας καὶ κατηναγκασμένας περιστάσεις, οἱ δʼ εὐσεβῶς διακείμενοι πρὸς τὸ θεῖον πιθανάς τινας αἰτίας ἀποδιδοῦσι τοῦ συμβάντος, ὡς διὰ θεῶν μῆνιν γεγενημένης τῆς συμφορᾶς τοῖς εἰς τὸ θεῖον ἀσεβήσασι·
尽管关于这些灾难有着极大的争论,但自然哲学家们试图将此类灾难的原因归结于某些自然和必然的情况,而不是归结于神明;而那些对神明怀有虔敬之心的人则为所发生的事情提供了某些合理的解释,认为这场灾难是由于神明对那些对神不敬的人发怒而引起的。
περὶ ὧν καὶ ἡμεῖς ἀκριβῶς ἀναγράψαι πειρασόμεθα τῇ κατὰ μέρος ἱστορίᾳ.
关于这些事情,我们也将在详细的历史叙述中努力作精确的记载。