Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §15.49.1-15.49.6

ヘリケ人の冒涜とポセイドンの神罰

461 / 723 箇所 · ギリシア語

要旨

イオニア人の使節がデルポイの神託に従ってヘリケからポセイドン神の分霊を得ようとした際、ヘリケ人が不敬な妨害を行ったことで神の怒りを買い、大地震と洪水で滅ぼされた経緯を説明する。

§15.49.1κατὰ τὴν Ἰωνίαν ἐννέα πόλεις εἰώθεισαν κοινὴν ποιεῖσθαι σύνοδον τὴν τῶν Πανιωνίων, καὶ θυσίας συνθύειν ἀρχαίας καὶ μεγάλας Ποσειδῶνι περὶ τὴν ὀνομαζομένην Μυκάλην ἐν ἐρήμῳ τόπῳ.
イオニアにおいては、9つの都市がパニオニアと呼ばれる共同の集会を開き、ミカレと呼ばれる無人の地にあるポセイドンの祭壇で、古くからの盛大な犠牲式を共に捧げる習慣があった。
ὕστερον δὲ πολέμων γενομένων περὶ τούτους τοὺς τόπους οὐ δυνάμενοι ποιεῖν τὰ Πανιώνια, μετέθεσαν τὴν πανήγυριν εἰς ἀσφαλῆ τόπον, ὃς ἦν πλησίον τῆς Ἐφέσου.
しかし、後にこれらの地域の周辺で戦争が起こったため、パニオニアを催すことができなくなり、彼らはその祝祭をエフェソス近郊の安全な場所へと移した。
πέμψαντες δὲ θεωροὺς Πυθώδε, χρησμοὺς ἔλαβον ἀφιδρύματα λαβεῖν ἀπὸ τῶν ἀρχαίων καὶ προγονικῶν αὐτοῖς βωμῶν ἐξ Ἑλίκης τῆς ἐν τῷ τότε μὲν Ἰωνίας, νῦν δὲ Ἀχαΐας καλουμένης.
そして、ピュートーへ使節を派遣したところ、当時イオニア、現在はアカイアと呼ばれている場所にあるヘリケから、彼らの古く祖先伝来の祭壇の分霊を受け取るようにという神託を得た。
§15.49.2οἱ μὲν οὖν Ἴωνες κατὰ τὸν χρησμὸν ἔπεμψαν εἰς Ἀχαΐαν τοὺς ληψομένους τὰ ἀφιδρύματα·
そこでイオニア人たちは、神託に従って、分霊を受け取るための使者たちをアカイアへと派遣した。
οὗτοι δὲ πρὸς τὸ κοινὸν τῶν Ἀχαιῶν διαλεχθέντες ἔπεισαν διδόναι τὰ ἀξιούμενα.
これらの使者たちはアカイア人の共同体と言葉を交わし、要求されているものを与えるよう説得した。
οἱ δὲ τὴν Ἑλίκην οἰκοῦντες, ἔχοντες παλαιὸν λόγιον ὅτι τότε κινδυνεύσουσιν ὅταν Ἴωνες ἐπὶ τοῦ βωμοῦ τοῦ Ποσειδῶνος θύσωσιν, ἀναλογιζόμενοι τὸν χρησμὸν ἀντέλεγον τοῖς Ἴωσι περὶ τῶν ἀφιδρυμάτων, λέγοντες μὴ κοινὸν τῶν Ἀχαιῶν, ἀλλʼ ἴδιον αὑτῶν εἶναι τὸ τέμενος·
しかし、ヘリケの住民たちは、「イオニア人たちがポセイドンの祭壇で犠牲を捧げるときに、彼らは危険に瀕するであろう」という古い神託を保持していたため、この神託を考慮して、イオニア人たちに対して分霊の件で反対し、その神域はアカイア人の共有物ではなく、自分たち固有のものであると主張した。
συνέπραττον δὲ τούτοις καὶ οἱ τὴν Βοῦραν οἰκοῦντες.
そしてブラの住民たちもこれに協力した。
§15.49.3τῶν δὲ Ἀχαιῶν κοινῷ δόγματι συγχωρησάντων, οἱ μὲν Ἴωνες ἔθυσαν ἐπὶ τοῦ βωμοῦ τοῦ Ποσειδῶνος κατὰ τὸν χρησμόν, οἱ δʼ Ἑλικεῖς τὰ χρήματα διαρρίψαντες τῶν Ἰώνων τούς τε θεωροὺς συνήρπασαν, ἠσέβησάν τε εἰς τὸ θεῖον.
だが、アカイア人全体が共同の決議によって承認したため、イオニア人たちは神託に従ってポセイドンの祭壇で犠牲を捧げた。 するとヘリケ人たちは、イオニア人たちの供物を乱暴に散らかし、その使節たちを拉致し、神聖なものに対して不敬を働いた。
ἀνθʼ ὧν φασι μηνίσαντα τὸν Ποσειδῶνα διὰ τοῦ σεισμοῦ καὶ τοῦ κατακλυσμοῦ τὰς ἀσεβούσας πόλεις λυμήνασθαι.
このことのために、ポセイドンが怒り、地震と洪水によってこれら不敬を働いた都市を破滅させたのだと言われている。
§15.49.4τοῦ δʼ ἐκ Ποσειδῶνος γεγονέναι τὴν μῆνιν ταῖς πόλεσί φασιν ἐμφανεῖς ἀποδείξεις ὑπάρχειν διὰ τὸ τῶν σεισμῶν καὶ τῶν κατακλυσμῶν τοῦτον τὸν θεὸν ἔχειν διειλῆφθαι τὴν ἐξουσίαν, καὶ διὰ τὸ δοκεῖν τὸ παλαιὸν τὴν Πελοπόννησον οἰκητήριον γεγονέναι Ποσειδῶνος, καὶ τὴν χώραν ταύτην ὥσπερ ἱερὰν τοῦ Ποσειδῶνος νομίζεσθαι, καὶ τὸ σύνολον πάσας τὰς ἐν Πελοποννήσῳ πόλεις μάλιστα τῶν ἀθανάτων τὸν θεὸν τιμᾶν τοῦτον.
都市に対するこの怒りがポセイドンから生じたものであることには、明白な証拠が存在すると人々は言っている。 なぜなら、この神が地震と洪水を支配する権能を有していると信じられているからであり、また、古くからペロポネソスはポセイドンの住処であったと考えられており、この土地がポセイドンの聖地とみなされているからであり、総じてペロポネソスのすべての都市が不死なる神々の中でこの神を最も崇めているからである。
§15.49.5πρὸς δὲ τούτοις τὴν Πελοπόννησον κατὰ βάθους ἔχειν μεγάλα κοιλώματα καὶ συστάσεις ὑδάτων ναματιαίων μεγάλας.
さらに、ペロポネソスはその地下深くに大きな空洞と、泉から湧き出る大量の水の集積を有している。
εἶναι γὰρ ἐν αὐτῇ δύο ποταμοὺς φανεροὺς ῥέοντας ὑπὸ γῆν·
実際、そこには地下を流れる明らかな二つの川がある。
ὅ τε γὰρ περὶ Φένεον ποταμὸς εἰς τὴν γῆν καταδυόμενος ἐν τοῖς προτέροις χρόνοις ἠφανίζετο, τῶν κατὰ γῆς ἄντρων αὐτὸν ὑποδεχομένων, ὅ τε περὶ Στύμφηλον εἴς τι χάσμα καταδυόμενος ἐπὶ διακοσίους σταδίους φέρεται κεκρυμμένος κατὰ γῆς καὶ παρὰ τὴν τῶν Ἀργείων πόλιν ἐξίησιν.
フェネオス周辺の川は、地下へ潜り込んで、以前の時代には消え去っていた。 地下の空洞がそれを収容していたからである。 また、スティムファロス周辺の川は、ある割れ目へ潜り込み、二百スタディオンにわたって地下に隠れて流れ、アルゴス人の都市の近くで地上に現れる。
§15.49.6πρὸς δὲ τοῖς εἰρημένοις λέγουσιν, ὅτι πλὴν τῶν ἀσεβησάντων οὐδεὶς ἄλλος περιέπεσε τῇ συμφορᾷ.
これらに加え、不敬を働いた者たちを除いては、他の誰もこの災害に遭わなかったと人々は言っている。
καὶ περὶ μὲν τῶν γενομένων σεισμῶν καὶ κατακλυσμῶν ἀρκεσθησόμεθα τοῖς ῥηθεῖσιν.
さて、発生した地震と洪水については、これまでに述べたことで十分としよう。

語釈・文法注

  1. 15.49.1ἐξ Ἑλίκης τῆς ἐν τῷ τότε μὲν Ἰωνίας, νῦν δὲ Ἀχαΐας καλουμένης — 「当時イオニアの、現在はアカイアと呼ばれる(地)にあるヘリケから」の意。`τῷ` は名詞的に中性の概念(「領域」「地方」など)を指すか、あるいは `τῇ` の写本上の誤記で `Ἰωνίᾳ` と結びつくものと考えられる。
  2. 15.49.2ὅτι τότε κινδυνεύσουσιν ὅταν Ἴωνες ἐπὶ τοῦ βωμοῦ τοῦ Ποσειδῶνος θύσωσιν — `λόγιον`(神託・預言)の内容を説明する同格の `ὅτι` 節。主節の動詞 `κινδυνεύσουσιν` は直説法未来で、「(イオニア人が犠牲を捧げるときに)危険に直面するだろう」という決定的な未来の出来事を表す。
  3. 15.49.4τοῦ δʼ ἐκ Ποσειδῶνος γεγονέναι τὴν μῆνιν ταῖς πόλεσί φασιν ἐμφανεῖς ἀποδείξεις ὑπάρχειν — 複雑な対格不定詞(AcI)構文。`φασίν`(人々は言う)の目的語として `ἐμφανεῖς ἀποδείξεις ὑπάρχειν`(明白な証拠が存在すること)があり、さらにそれに対して冠詞付き不定詞の属格 `τοῦ ... γεγονέναι τὴν μῆνιν`(怒りが生じたことの)が修飾している。`τὴν μῆνιν` はこの属格不定詞の意味上の主語。
  4. 15.49.5ὅτε περὶ Στύμφηλος — 2つの地下川を対比する並列構造の一部。`ὅ τε περὶ Φένεον ποταμὸς` に対応しており、`Στύμφηλος` の後ろには `ποταμός` が省略されている。スティムファロス湖(あるいは同名の地域)から流れる川を指す。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §15.49.1-15.49.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:15.49.1-15.49.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。