§15.48.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησιν Ἀστείου Ῥωμαῖοι κατέστησαν ἀντὶ τῶν ὑπάτων χιλιάρχους ἕξ, Μάρκον Φούριον καὶ Λεύκιον Φούριον, ἔτι δὲ Αὖλον Ποστόμιον καὶ Λεύκιον Λοκρήτιον καὶ Μάρκον Φάβιον καὶ Λεύκιον Ποστόμιον.
アテナイにおいてアステイオスがアルコンであった年に、ローマでは執政官に代わって、マルクス・フリウス、ルキウス・フリウス、さらにアウルス・ポストゥミウス、ルキウス・ルクレティウス、マルクス・ファビウス、ルキウス・ポストゥミウスという6人の軍事執政官が任命された。
ἐπὶ δὲ τούτων κατὰ τὴν Πελοπόννησον ἐγένοντο σεισμοὶ μεγάλοι καὶ κατακλυσμοὶ χώρας καὶ πόλεων ἄπιστοι·
彼らの職政期に、ペロポネソスにおいて大地震と、土地や都市の信じがたい大洪水が発生した。
οὐδέποτε γὰρ ἐν τοῖς ἐπάνω χρόνοις ἐγένοντο πάθη τοιαῦτα περὶ πόλεις Ἑλληνίδας, οὔτε τῶν πόλεων αὐτάνδρων ἀφανισμός, θείας τινὸς ἐνεργείας τὴν ἀπώλειαν καὶ φθορὰν τῶν ἀνθρώπων μηχανησαμένης.
というのも、かつての時代において、ギリシアの都市に関してこれほどまでの惨事、すなわち都市が住民もろとも消滅するようなことは一度も起こったことがなく、神的な何らかの力が人間の滅亡と破滅を仕組んだかのようであったからである。
§15.48.2ἐπέτεινε δὲ τὸ μέγεθος τῆς συμφορᾶς ὁ καιρός·
災害の規模をその時間帯がいっそう大きなものにした。
οὐ γὰρ ἡμέρας συνέβη γενέσθαι τὸν σεισμόν, ἐν ᾗ δυνατὸν ἦν τοὺς κινδυνεύοντας βοηθεῖν ἑαυτοῖς, ἀλλὰ νυκτὸς τοῦ πάθους συμβάντος αἱ μὲν οἰκίαι διὰ τὸ μέγεθος τοῦ σεισμοῦ καταρριπτούμεναι συνεχέοντο, οἱ δὲ ἄνθρωποι διά τε τὸ σκότος καὶ τὸ τῆς περιστάσεως ἀπροσδόκητον καὶ παράδοξον ἀδυνάτως εἶχον ἀντιλαμβάνεσθαι τῆς σωτηρίας.
なぜなら、地震が起こったのは、危険に瀕した人々が自らを救うことが可能であった昼間ではなく、夜間にこの惨事が発生したからである。 そのため、家々は地震の規模の大きさによって倒壊して崩れ落ち、人々は暗闇と、この状況の予期せぬことおよび不条理さのゆえに、救いを得ることができずにいた。
§15.48.3οἱ μὲν οὖν πλείους ἐναποληφθέντες τοῖς πτώμασι τῶν οἰκιῶν ἠφανίσθησαν·
そこで大部分の者は家々の崩壊の中に閉じ込められて命を落とした。
ἐπιλαβούσης δʼ ἡμέρας τινὲς ἐξεπήδων ἐκ τῶν οἰκιῶν, καὶ δόξαντες ἐκπεφευγέναι τὸν κίνδυνον μείζονι καὶ παραδοξοτέρᾳ συμφορᾷ περιέπεσον·
夜が明けると、何人かは家々から飛び出し、危険を逃れたと思ったが、より大きな、そしていっそう予期せぬ災厄に遭遇した。
τῆς γὰρ θαλάσσης μετεωρισθείσης ἐπὶ πολὺ καὶ κύματος ὑψηλοῦ ἐξαιρομένου κατεκλύσθησαν ἅπαντες σὺν ταῖς πατρίσιν ἀφανισθέντες.
なぜなら、海が大きくせり上がり、高い波がそそり立ったため、彼らは全員、祖国とともに呑み込まれて姿を消したからである。
ἐγένετο δὲ τοῦτο τὸ πάθος τῆς Ἀχαΐας περὶ δύο πόλεις, Ἑλίκην τε καὶ Βοῦραν, ὧν τὴν Ἑλίκην συνέβαινε μέγιστον τῶν κατὰ τὴν Ἀχαΐαν πόλεων ἔχειν ἀξίωμα πρὸ τοῦ σεισμοῦ.
この惨事はアカイアの二つの都市、ヘリケとブラの周辺で発生したが、そのうちヘリケは地震の前にはアカイアの諸都市の中で最大の威信を誇っていた。
§15.48.4περὶ δὲ τῶν συμπτωμάτων μεγάλης οὔσης ζητήσεως, οἱ μὲν φυσικοὶ πειρῶνται τὰς αἰτίας τῶν τοιούτων παθῶν οὐκ εἰς τὸ θεῖον ἀναφέρειν, ἀλλʼ εἰς φυσικάς τινας καὶ κατηναγκασμένας περιστάσεις, οἱ δʼ εὐσεβῶς διακείμενοι πρὸς τὸ θεῖον πιθανάς τινας αἰτίας ἀποδιδοῦσι τοῦ συμβάντος, ὡς διὰ θεῶν μῆνιν γεγενημένης τῆς συμφορᾶς τοῖς εἰς τὸ θεῖον ἀσεβήσασι·
この災厄については大きな議論がある。 自然学者たちはこのような惨事の原因を神的なものに帰するのではなく、何らかの自然的かつ不可避的な状況に帰そうと試みているが、他方で、神に対して敬虔な態度を持つ者たちは、この災害は神に対して不敬を働いた者たちへの神々の怒りによって引き起こされたのだとして、起こったことに対して説得力のあるいくつかの原因を提示している。
περὶ ὧν καὶ ἡμεῖς ἀκριβῶς ἀναγράψαι πειρασόμεθα τῇ κατὰ μέρος ἱστορίᾳ.
これらについて、私たちも個別的な歴史の中で正確に記録することを試みるつもりである。