§15.46.1ἅμα δὲ τούτοις πραττομένοις τῶν ἐκ Κορκύρας τινὲς φίλοι Λακεδαιμονίων ἐπαναστάντες τῷ δήμῳ, παρεκάλεσαν τοὺς Σπαρτιάτας ἀποστεῖλαι ναυτικὴν δύναμιν, ὑπισχνούμενοι παραδώσειν αὐτοῖς τὴν Κόρκυραν.
在这些事进行的同时,科尔库拉人中一些拉刻代蒙人的朋友向平民发动起义,并承诺将科尔库拉移交给他们,以此请求斯巴达人派遣一支海军力量。
οἱ δὲ Λακεδαιμόνιοι, τὴν Κόρκυραν εἰδότες μεγάλην ῥοπὴν ἔχουσαν τοῖς ἀντεχομένοις τῆς θαλάττης, ἔσπευσαν κύριοι γενέσθαι ταύτης τῆς πόλεως.
拉刻代蒙人深知科尔库拉对于争夺制海权的人具有巨大影响力,因而急于成为这座城邦的主人。
§15.46.2εὐθὺς οὖν ἔπεμψαν εἰς τὴν Κόρκυραν τριήρεις εἴκοσι καὶ δύο, τὴν ἡγεμονίαν Ἀλκίδᾳ παραδόντες.
于是他们立即派遣了二十二艘三段式战船前往科尔库拉,将指挥权交给了阿尔基达斯。
τοῦτον δὲ τὸν στόλον προσεποιήθησαν εἰς Σικελίαν ἀποστεῖλαι, ἵνα ὡς φίλοι προσδεχθέντες ὑπὸ τῶν Κορκυραίων κατάσχωσι τὴν πόλιν μετὰ τῶν φυγάδων.
他们假装将这支舰队派往西西里,以便在被科尔库拉人作为朋友接纳后,与流亡者一同占领这座城市。
§15.46.3οἱ δὲ Κορκυραῖοι γνόντες τῶν Σπαρτιατῶν τὴν ἐπίνοιαν, τὴν μὲν πόλιν ἐπιμελῶς ἐφύλαττον, εἰς δὲ τὰς Ἀθήνας πρέσβεις ἐξέπεμψαν περὶ βοηθείας.
但科尔库拉人察觉了斯巴达人的企图,一面严密防守城市,一面向雅典派遣使者请求援助。
οἱ δʼ Ἀθηναῖοι ψηφισάμενοι βοηθεῖν τοῖς Κορκυραίοις καὶ Ζακυνθίων τοῖς φυγάσιν, εἰς μὲν τὴν Ζάκυνθον ἐξέπεμψαν Κτησικλέα στρατηγόν, ἡγούμενον τῶν φυγάδων, εἰς δὲ τὴν Κόρκυραν παρεσκευάζοντο ναυτικὴν δύναμιν ἐκπέμπειν.
雅典人经投票决定援助科尔库拉人和扎金索斯的流亡者,向扎金索斯派遣了将军克特西克莱斯去领导流亡者,并准备向科尔库拉派遣一支海军力量。
§15.46.4ἅμα δὲ τούτοις πραττομένοις κατὰ τὴν Βοιωτίαν Πλαταιεῖς ἀντεχόμενοι τῆς Ἀθηναίων συμμαχίας μετεπέμποντο στρατιώτας, κεκρικότες τοῖς Ἀθηναίοις παραδοῦναι τὴν πόλιν.
在这些事进行的同时,在波奥提亚,坚守雅典同盟的普拉提亚人召集士兵,决定将城市移交给雅典人。
ἐπὶ δὲ τούτοις οἱ βοιωτάρχαι χαλεπῶς διατεθέντες πρὸς τοὺς Πλαταιεῖς, καὶ σπεύδοντες φθάσαι τὴν παρὰ τῶν Ἀθηναίων συμμαχίαν, εὐθὺς ἐπʼ αὐτοὺς δύναμιν ἀξιόλογον ἦγον.
对此,波奥塔尔科斯们对普拉提亚人极为愤怒,并急于赶在雅典的盟国援助抵达之前,立即率领一支庞大的军队向他们进发。
§15.46.5παραγενόμενοι δὲ πλησίον τῆς τῶν Πλαταιέων πόλεως, ἀπροσδοκήτου τῆς ἐπιθέσεως γενομένης, οἱ πλεῖστοι μὲν τῶν Πλαταιέων ἐπὶ τῆς χώρας καταληφθέντες ὑπὸ τῶν ἱππέων συνηρπάγησαν, οἱ δὲ λοιποὶ καταφυγόντες εἰς τὴν πόλιν, καὶ συμμάχων ὄντες ἔρημοι, συνηναγκάσθησαν ὁμολογίας συνθέσθαι τοῖς πολεμίοις εὐαρέστους·
当他们抵达普拉提亚人的城市附近时,由于袭击出其不意,大多数在田野里的普拉提亚人被骑兵搜捕并带走。 而其余的人逃入城中,因孤立无援,不得不与敌人达成符合对方意愿的协定。
ἔδει γὰρ αὐτοὺς τὰ ἔπιπλα λαβόντας ἀπελθεῖν ἐκ τῆς πόλεως καὶ μηκέτι τῆς Βοιωτίας ἐπιβαίνειν.
因为他们被要求带着随身财物离开城市,且不得再涉足波奥提亚。
§15.46.6μετὰ δὲ ταῦτα οἱ μὲν Θηβαῖοι τὰς Πλαταιὰς κατασκάψαντες καὶ Θεσπιὰς ἀλλοτρίως πρὸς αὐτοὺς διακειμένας ἐξεπόρθησαν, οἱ δὲ Πλαταιεῖς εἰς Ἀθήνας μετὰ τέκνων καὶ γυναικῶν φυγόντες τῆς ἰσοπολιτείας ἔτυχον διὰ τὴν χρηστότητα τοῦ δήμου.
此后,底比斯人彻底摧毁了普拉提亚,并洗劫了对他们心怀敌意的忒斯庇埃。 而普拉提亚人则带着妻子儿女逃往雅典,因平民的宽厚而获得了平等公民权。
καὶ τὰ μὲν κατὰ Βοιωτίαν ἐν τούτοις ἦν.
波奥提亚的事态便是如此。