§15.4.1οἱ δὲ Πέρσαι τῇ ναυμαχίᾳ νικήσαντες εἰς Κίτιον πόλιν ἀμφοτέρας τὰς δυνάμεις ἤθροισαν.
而波斯人在海战中获胜后,将两支军队集结在基提翁城。
ἐκ ταύτης δʼ ὁρμώμενοι πολιορκίαν συνεστήσαντο πρὸς τῇ Σαλαμῖνι, καὶ τὴν πόλιν ἐπόρθουν κατὰ γῆν ἅμα καὶ κατὰ θάλατταν.
他们以此为据点,对萨拉米斯展开包围,同时从陆路和海路两方面围攻该城。
§15.4.2καὶ Τιρίβαζος μὲν μετὰ τὴν ναυμαχίαν διαβὰς εἰς Κιλικίαν, κἀκεῖθεν πορευθεὶς πρὸς τὸν βασιλέα, τήν τε νίκην ἀπήγγειλε καὶ δισχίλια τάλαντα πρὸς τὸν πόλεμον ἀπεκόμισεν·
海战之后,提里巴佐斯渡海前往基利家,并从那里去觐见国王,报告了胜利的消息,并带回了两千塔兰同作为军费。
Εὐαγόρας δὲ πρὸ μὲν τῆς ναυμαχίας παρὰ θάλατταν πεζῇ συμβαλὼν μέρει τῆς πεζῆς δυνάμεως προετέρησε καὶ πρὸς τὸ μέλλον εὐθαρσὴς καθειστήκει, τῇ δὲ ναυμαχίᾳ πταίσας καὶ συγκλεισθεὶς εἰς πολιορκίαν ἀθύμως εἶχεν.
而埃瓦戈拉斯在海战之前,曾在海岸附近与对方的部分陆军交战并占了上风,对未来充满了信心;但在海战中失利并被围困之后,他便陷入了沮丧。
§15.4.3ὅμως δὲ κρίνας ἔχεσθαι τοῦ πολέμου, Πνυταγόραν μὲν τὸν υἱὸν ἀπέλιπεν ἡγεμόνα τῶν ὅλων ποιήσας ἐν τῇ Κύπρῳ, αὐτὸς δʼ ἀναλαβὼν δέκα τριήρεις νυκτὸς ἔλαθε τοὺς πολεμίους ἐκπλεύσας ἐκ τῆς Σαλαμῖνος.
尽管如此,他决心坚持战争,将儿子普纽塔戈拉斯任命为塞浦路斯的全军指挥官留驻当地,而他自己则率领十艘三段舵船,在夜间避开敌人的注意,驶出了萨拉米斯。
κομισθεὶς δʼ εἰς τὴν Αἴγυπτον καὶ συντυχὼν τῷ βασιλεῖ, παρεκάλεσεν αὐτὸν ἐρρωμένως ἀντέχεσθαι τοῦ πολέμου καὶ κοινὸν ἡγεῖσθαι τὸν πρὸς τοὺς Πέρσας πόλεμον.
他抵达埃及并会见了国王,极力劝说国王坚决支持战争,并将对波斯人的战争视为共同的事业。