§15.4.1οἱ δὲ Πέρσαι τῇ ναυμαχίᾳ νικήσαντες εἰς Κίτιον πόλιν ἀμφοτέρας τὰς δυνάμεις ἤθροισαν.
The Persians, having won the naval battle, assembled both their forces at the city of Citium.
ἐκ ταύτης δʼ ὁρμώμενοι πολιορκίαν συνεστήσαντο πρὸς τῇ Σαλαμῖνι, καὶ τὴν πόλιν ἐπόρθουν κατὰ γῆν ἅμα καὶ κατὰ θάλατταν.
Setting out from there, they began a siege against Salamis, and plundered the city by both land and sea at the same time.
§15.4.2καὶ Τιρίβαζος μὲν μετὰ τὴν ναυμαχίαν διαβὰς εἰς Κιλικίαν, κἀκεῖθεν πορευθεὶς πρὸς τὸν βασιλέα, τήν τε νίκην ἀπήγγειλε καὶ δισχίλια τάλαντα πρὸς τὸν πόλεμον ἀπεκόμισεν· Εὐαγόρας δὲ πρὸ μὲν τῆς ναυμαχίας παρὰ θάλατταν πεζῇ συμβαλὼν μέρει τῆς πεζῆς δυνάμεως προετέρησε καὶ πρὸς τὸ μέλλον εὐθαρσὴς καθειστήκει, τῇ δὲ ναυμαχίᾳ πταίσας καὶ συγκλεισθεὶς εἰς πολιορκίαν ἀθύμως εἶχεν.
And Tiribazus, having crossed over to Cilicia after the naval battle and proceeded from there to the King, reported the victory and brought back two thousand talents for the war; but Evagoras, who before the naval battle had engaged with a part of the land force on land near the sea and gained the upper hand, and had been confident in regard to the future, was now discouraged after failing in the naval battle and being shut up in a siege.
§15.4.3ὅμως δὲ κρίνας ἔχεσθαι τοῦ πολέμου, Πνυταγόραν μὲν τὸν υἱὸν ἀπέλιπεν ἡγεμόνα τῶν ὅλων ποιήσας ἐν τῇ Κύπρῳ, αὐτὸς δʼ ἀναλαβὼν δέκα τριήρεις νυκτὸς ἔλαθε τοὺς πολεμίους ἐκπλεύσας ἐκ τῆς Σαλαμῖνος.
Nevertheless, having decided to cling to the war, he left his son Pnytagoras in Cyprus, having made him commander of the whole force, while he himself, taking ten triremes, slipped past the enemy by night and sailed out of Salamis.
κομισθεὶς δʼ εἰς τὴν Αἴγυπτον καὶ συντυχὼν τῷ βασιλεῖ, παρεκάλεσεν αὐτὸν ἐρρωμένως ἀντέχεσθαι τοῦ πολέμου καὶ κοινὸν ἡγεῖσθαι τὸν πρὸς τοὺς Πέρσας πόλεμον.
Having been conveyed to Egypt and met with the King, he urged him to hold on to the war vigorously and to consider the war against the Persians as a common cause.