Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §15.3.1-15.3.6

埃瓦戈拉斯截击补给与海战失利

第 415 段,共 723 段 · 希腊语

内容简介

埃瓦戈拉斯通过拦截补给使波斯军队陷入粮荒,并在起初的海战中取得优势,但最终在格洛斯率领的波斯舰队的反击下战败。

§15.3.1οὗτος μὲν οὖν τοσαύτας ἀφορμὰς ἔχων τεθαρρηκότως συγκατέβαινεν εἰς τὸν πόλεμον.
因此,拥有如此多资源的他在满怀信心之中投入了战争。
καὶ πρῶτον μὲν λῃστρικὰς ἔχων ναῦς οὐκ ὀλίγας ἐφήδρευσε ταῖς κομιζομέναις τῶν πολεμίων ἀγοραῖς, καὶ τὰς μὲν αὐτῶν διέφθειρεν ἐν θαλάττῃ, τὰς δὲ διεκώλυσεν, ἐνίας δὲ ἀφείλατο.
首先,他拥有不少私掠船,伺机袭击为敌人运送的粮食供给,在海上摧毁了其中一部分,阻截了一部分,并夺取了一部分。
διὸ καὶ τῶν ἐμπόρων μὴ τολμώντων εἰς τὴν Κύπρον παρακομίζειν σῖτον, μεγάλων δὲ δυνάμεων ἠθροισμένων εἰς τὴν νῆσον, ταχὺ σιτοδεία κατέσχε τὸ τῶν Περσῶν στρατόπεδον.
因此,由于商人不敢向塞浦路斯运送谷物,加之岛上聚集了庞大的军队,粮食短缺很快袭卷了波斯人的军营。
§15.3.2τῆς δʼ ἀπορίας γενομένης εἰς στάσιν, οἱ μισθοφόροι τῶν Περσῶν ἐπὶ τοὺς ἡγεμόνας ὁρμήσαντες καί τινας ἀνελόντες ταραχῆς καὶ στάσεως ἐνέπλησαν τὸ στρατόπεδον.
随着匮乏演变成叛乱,波斯人的雇佣兵冲向他们的将领,杀死了其中的一些人,使军营中充满了混乱和暴动。
μόγις δʼ οἱ στρατηγοὶ τῶν Περσῶν καὶ ὁ τῆς ναυτικῆς δυνάμεως ἡγούμενος, ὀνομαζόμενος δὲ Γλῶς, κατέπαυσαν τὴν στάσιν.
波斯人的将领以及被称为格洛斯的海军部队指挥官好不容易才平息了这场叛乱。
§15.3.3πλεύσαντες δὲ τῷ παντὶ στόλῳ καὶ σίτου πλῆθος ἐκ τῆς Κιλικίας παρακομίσαντες, πολλὴν παρεῖχον τῆς τροφῆς δαψίλειαν.
他们率领全部舰队出航,从基利家运来大量谷物,提供了充足的粮食。
τῷ δʼ Εὐαγόρᾳ σίτου πλῆθος ἱκανὸν ὁ βασιλεὺς Ἄκορις ἐκ τῆς Αἰγύπτου παρεκόμισε, καὶ χρήματα καὶ τὴν ἄλλην παρασκευὴν ἱκανὴν ἐξέπεμψεν.
另一方面,阿科里斯国王从埃及为埃瓦戈拉斯运送了足够的谷物,并送去了资金和其他充足的军备。
§15.3.4ὁ δʼ Εὐαγόρας ὁρῶν ἑαυτὸν πολὺ λειπόμενον τῇ ναυτικῇ δυνάμει, ἑξήκοντα μὲν ναῦς ἄλλας προσεπλήρωσε, πεντήκοντα δὲ παρὰ Ἀκόριδος ἐξ Αἰγύπτου μετεπέμψατο, ὥστε τὰς πάσας ἔχειν τριήρεις διακοσίας.
埃瓦戈拉斯见自己在海军力量上大为逊色,便增配了六十艘船,又从埃及的阿科里斯那里调来了五十艘,使得总共拥有两百艘三段舵船。
ταύτας δὲ κοσμήσας πρὸς ναυμαχίαν καταπληκτικῶς, καὶ συνεχεῖς διαπείρας καὶ γυμνασίας ποιούμενος, ἡτοιμάζετο πρὸς ναυμαχίαν.
他将这些船只装备得极具威慑力以备海战,并进行连续的演练和训练,积极准备海战。
διὸ καὶ τοῦ βασιλικοῦ στόλου παραπλέοντος εἰς Κίτιον, ἀπροσδοκήτως ἐπιπλεύσας ταῖς ναυσὶ πολλὰ τῶν Περσῶν ἐπλεονέκτει.
因此,当国王的舰队沿岸驶向基提翁时,他率领船只出其不意地发动袭击,对波斯人占尽了优势。
§15.3.5ἐπέβαλε γὰρ συντεταγμέναις ναυσὶν ἐπὶ ἀσυντάκτους, καὶ προβεβουλευμένοις ἀνδράσι πρὸς ἀπροσδοκήτους ἀγωνιζόμενος εὐθὺς ἐν τῇ πρώτῃ συστάσει τὴν νίκην προκατεσκεύασεν· ἀθρόαις γὰρ ταῖς τριήρεσιν ἐπιπλεύσας ἐπὶ διεσπαρμένας καὶ τεταραγμένας, ἃς μὲν διέφθειρεν, ἃς δʼ ἐχειροῦτο.
因为他是以严阵以待的船只攻击毫无防备的船只,并以预先谋划好的士兵与猝不及防的敌人交战,因而在第一次交锋中就直接奠定了胜利;他以集结在一起的三段舵船冲击散乱和混乱的敌船,摧毁了一些,捕获了一些。
§15.3.6ὅμως δὲ τοῦ τε ναυάρχου τῶν Περσῶν Γλῶ καὶ τῶν ἄλλων ἡγεμόνων γενναίως ὑποστάντων, ἐγένετο ναυμαχία καρτερά, καθʼ ἣν ὁ Εὐαγόρας τὸ μὲν πρῶτον ὑπερεῖχεν, ὕστερον δὲ τοῦ Γλῶ μετὰ τοῦ βάρους ἐπενεχθέντος καὶ γενναίως ἀγωνισαμένου συνέβη φυγεῖν τοὺς περὶ τὸν Εὐαγόραν καὶ πολλὰς τῶν τριήρων ἀποβαλεῖν.
然而,由于波斯海军将领格洛斯和其他指挥官英勇地坚守,发生了一场激烈的海战。 在这场战斗中,埃瓦戈拉斯起初占据上风,但随后格洛斯率领主力舰队压上并英勇作战,结果埃瓦戈拉斯的部属溃败,并损失了许多三段舵船。

词汇与语法注释

  1. 15.3.1ταῖς κομιζομέναις τῶν πολεμίων ἀγοραῖς — 此处名词 ἀγορά 意为“粮食与物资供应”而非通常的“集市”。现在时被动分词 κομιζομέναις 修饰 ἀγοραῖς,属格 τῶν πολεμίων 表示供应的受益者(即为敌军运送的物资)。
  2. 15.3.1τῶν ἐμπόρων μὴ τολμώντων ... μεγάλων δὲ δυνάμεων ἠθροισμένων — 两个属格独立结构(现在时分词 τολμώντων 与完成时分词 ἠθροισμένων)并列,均表示主句 σιτοδεία κατέσχε 的原因。
  3. 15.3.6τοῦ Γλῶ — 专有名词 Γλῶς(格洛斯)按雅典式第二变格法变格,τοῦ Γλῶ 是其单数属格形式,在此处用作属格独立结构的逻辑主语。
  4. 15.3.6μετὰ τοῦ βάρους — 名词 βάρος(重量)在此处用作具体的军事术语,指代舰队的“主力”或“压倒性兵力”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §15.3.1-15.3.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:15.3.1-15.3.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。