Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §15.3.1-15.3.6

エウアゴラスの補給妨害と海戦での敗北

415 / 723 箇所 · ギリシア語

要旨

エウアゴラスはペルシア軍の補給を断って食糧難に陥れ、初めの海戦で優勢を築いたが、最終的にはグロース率いるペルシア艦隊の反撃に敗れた。

§15.3.1οὗτος μὲν οὖν τοσαύτας ἀφορμὰς ἔχων τεθαρρηκότως συγκατέβαινεν εἰς τὸν πόλεμον.
このように多くの備えを擁していた彼は、自信に満ちて戦争へと突入した。
καὶ πρῶτον μὲν λῃστρικὰς ἔχων ναῦς οὐκ ὀλίγας ἐφήδρευσε ταῖς κομιζομέναις τῶν πολεμίων ἀγοραῖς, καὶ τὰς μὲν αὐτῶν διέφθειρεν ἐν θαλάττῃ, τὰς δὲ διεκώλυσεν, ἐνίας δὲ ἀφείλατο.
そしてまず、彼は少なからぬ私掠船を率いて、敵のために運ばれる食糧物資の輸送を待ち伏せし、それらのうちあるものは海上で破壊し、あるものは阻止し、あるものは奪い取った。
διὸ καὶ τῶν ἐμπόρων μὴ τολμώντων εἰς τὴν Κύπρον παρακομίζειν σῖτον, μεγάλων δὲ δυνάμεων ἠθροισμένων εἰς τὴν νῆσον, ταχὺ σιτοδεία κατέσχε τὸ τῶν Περσῶν στρατόπεδον.
このため、商人たちがキプロスへ穀物を運ぶのを恐れるようになり、他方で島には大軍が集結していたため、急速に食糧不足がペルシア軍の陣営を襲った。
§15.3.2τῆς δʼ ἀπορίας γενομένης εἰς στάσιν, οἱ μισθοφόροι τῶν Περσῶν ἐπὶ τοὺς ἡγεμόνας ὁρμήσαντες καί τινας ἀνελόντες ταραχῆς καὶ στάσεως ἐνέπλησαν τὸ στρατόπεδον.
この不足が暴動へと発展すると、ペルシア側の傭兵たちが指導者たちに襲いかかり、何人かを殺害して、陣営を混乱と暴動で満たした。
μόγις δʼ οἱ στρατηγοὶ τῶν Περσῶν καὶ ὁ τῆς ναυτικῆς δυνάμεως ἡγούμενος, ὀνομαζόμενος δὲ Γλῶς, κατέπαυσαν τὴν στάσιν.
ペルシアの将軍たちと、グロースと呼ばれる海軍部隊の指揮官が、かろうじてこの暴動を鎮圧した。
§15.3.3πλεύσαντες δὲ τῷ παντὶ στόλῳ καὶ σίτου πλῆθος ἐκ τῆς Κιλικίας παρακομίσαντες, πολλὴν παρεῖχον τῆς τροφῆς δαψίλειαν.
彼らは全艦隊で出航し、キリキアから大量の穀物を運んできて、豊富な食糧を提供した。
τῷ δʼ Εὐαγόρᾳ σίτου πλῆθος ἱκανὸν ὁ βασιλεὺς Ἄκορις ἐκ τῆς Αἰγύπτου παρεκόμισε, καὶ χρήματα καὶ τὴν ἄλλην παρασκευὴν ἱκανὴν ἐξέπεμψεν.
一方、エウアゴラスに対しては、アコリス王がエジプトから十分な量の穀物を運び、資金やその他の十分な軍備を送った。
§15.3.4ὁ δʼ Εὐαγόρας ὁρῶν ἑαυτὸν πολὺ λειπόμενον τῇ ναυτικῇ δυνάμει, ἑξήκοντα μὲν ναῦς ἄλλας προσεπλήρωσε, πεντήκοντα δὲ παρὰ Ἀκόριδος ἐξ Αἰγύπτου μετεπέμψατο, ὥστε τὰς πάσας ἔχειν τριήρεις διακοσίας.
エウアゴラスは、自分が海軍力において大いに劣っているのを見て、さらに六十隻の船に人員を補充し、エジプトのアコリスから五十隻を呼び寄せ、全部で二百隻の三段櫂船を擁するようになった。
ταύτας δὲ κοσμήσας πρὸς ναυμαχίαν καταπληκτικῶς, καὶ συνεχεῖς διαπείρας καὶ γυμνασίας ποιούμενος, ἡτοιμάζετο πρὸς ναυμαχίαν.
これらを海戦に備えて驚くほど見事に装備し、絶え間ない演習と訓練を行いながら、彼は海戦の準備を進めた。
διὸ καὶ τοῦ βασιλικοῦ στόλου παραπλέοντος εἰς Κίτιον, ἀπροσδοκήτως ἐπιπλεύσας ταῖς ναυσὶ πολλὰ τῶν Περσῶν ἐπλεονέκτει.
それゆえ、王の艦隊がキティオンに向けて沿岸を航行していたとき、彼は自らの船で不意に襲撃し、ペルシア軍に対して多くの点で優位に立った。
§15.3.5ἐπέβαλε γὰρ συντεταγμέναις ναυσὶν ἐπὶ ἀσυντάκτους, καὶ προβεβουλευμένοις ἀνδράσι πρὸς ἀπροσδοκήτους ἀγωνιζόμενος εὐθὺς ἐν τῇ πρώτῃ συστάσει τὴν νίκην προκατεσκεύασεν·
というのも、彼は整然とした船で秩序の乱れた船に襲いかかり、あらかじめ準備を整えた兵士たちをもって不意を突かれた敵と戦ったため、最初の衝突において直ちに勝利を決定づけたからである。
ἀθρόαις γὰρ ταῖς τριήρεσιν ἐπιπλεύσας ἐπὶ διεσπαρμένας καὶ τεταραγμένας, ἃς μὲν διέφθειρεν, ἃς δʼ ἐχειροῦτο.
すなわち、密集した三段櫂船で散りぢりになり混乱した敵船に襲いかかり、あるものは破壊し、あるものは拿捕したのである。
§15.3.6ὅμως δὲ τοῦ τε ναυάρχου τῶν Περσῶν Γλῶ καὶ τῶν ἄλλων ἡγεμόνων γενναίως ὑποστάντων, ἐγένετο ναυμαχία καρτερά, καθʼ ἣν ὁ Εὐαγόρας τὸ μὲν πρῶτον ὑπερεῖχεν, ὕστερον δὲ τοῦ Γλῶ μετὰ τοῦ βάρους ἐπενεχθέντος καὶ γενναίως ἀγωνισαμένου συνέβη φυγεῖν τοὺς περὶ τὸν Εὐαγόραν καὶ πολλὰς τῶν τριήρων ἀποβαλεῖν.
しかし、ペルシアの海軍指揮官グロースと他の指導者たちが果敢に持ちこたえたため、激しい海戦が始まり、その中でエウアゴラスは最初は優勢であった。 しかし、のちにグロースがその主力を率いて襲いかかり、果敢に戦ったため、エウアゴラスの周囲の者たちは敗走し、多くの三段櫂船を失うことになった。

語釈・文法注

  1. 15.3.1ταῖς κομιζομέναις τῶν πολεμίων ἀγοραῖς — ἀγορά はここでは「市場」ではなく軍隊への「食糧・物資の供給」を意味する。現在受動分詞 κομιζομέναις は ἀγοραῖς を修飾し、属格 τῶν πολεμίων は供給の受益者(敵軍のための供給)を示す。
  2. 15.3.1τῶν ἐμπόρων μὴ τολμώντων ... μεγάλων δὲ δυνάμεων ἠθροισμένων — 二つの属格独立構文(現在分詞 τολμώντων と完了分詞 ἠθροισμένων)が並列され、いずれも主節の σιτοδεία κατέσχε に対する原因(〜のために)を表している。
  3. 15.3.6τοῦ Γλῶ — Γλῶς(グロース)はアッティカ第2変化の固有名詞であり、τοῦ Γλῶ はその単数属格形。ここでは属格独立構文の主語として機能している。
  4. 15.3.6μετὰ τοῦ βάρους — βάρος(重さ、重み)は、ここでは抽象名詞が具象的な軍事用語として転用されており、艦隊の「主力」あるいは「総戦力」を意味する。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §15.3.1-15.3.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:15.3.1-15.3.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。