§15.2.1ἐπʼ ἄρχοντος γὰρ Ἀθήνησι Μυστιχίδου Ῥωμαῖοι μὲν ἀντὶ τῶν ὑπάτων χιλιάρχους τρεῖς κατέστησαν, Μάρκον Φούριον, ἔτι δὲ Γάιον καὶ Αἰμίλιον.
当雅典执政官为米斯蒂基德斯时,罗马人设立了三名军事论坛(千人队长)来代替执政官,即马尔库斯·富里乌斯,以及盖乌斯和埃米利乌斯。
ἐπὶ δὲ τούτων Ἀρταξέρξης ὁ τῶν Περσῶν βασιλεὺς ἐστράτευσεν ἐπʼ Εὐαγόραν τὸν Κύπρου βασιλέα.
在他们任内,波斯国王阿尔塔薛西斯对塞浦路斯国王埃瓦戈拉斯发动了远征。
πολὺν δὲ χρόνον ἀσχοληθεὶς περὶ τὰς εἰς τὸν πόλεμον παρασκευὰς συνεστήσατο δύναμιν ναυτικήν τε καὶ πεζὴν μεγάλην· τὸ μὲν γὰρ πεζὸν στράτευμα μυριάδων ἦν τριάκοντα σὺν ἱππεῦσι, τριήρεις δὲ κατεσκεύασε πλείους τῶν τριακοσίων.
他在战争准备上花费了大量时间后,编组了一支庞大的陆海军力量:因为陆军部队包括骑兵在内有三十万人,并且他建造了三百多艘三段舵船。
§15.2.2στρατηγοὺς δʼ ἀπέδειξε τῆς πεζῆς δυνάμεως Ὀρόνταν κηδεστήν, τῆς δὲ ναυτικῆς Τιρίβαζον, ἄνδρα μεγάλης ἀποδοχῆς τυγχάνοντα παρὰ τοῖς Πέρσαις.
他任命其女婿奥龙塔斯为陆军将领,任命在波斯人中享有极高声望的蒂里巴佐斯为海军将领。
οὗτοι δὲ παραλαβόντες τὰς δυνάμεις ἐν Φωκαίᾳ καὶ Κύμῃ κατήντησαν εἰς Κιλικίαν, καὶ περαιωθέντες εἰς Κύπρον ἐνεργῶς διῴκουν τὸν πόλεμον.
他们在福卡亚和库梅接管了这些军队,抵达基利家,并渡海到塞浦路斯,积极展开战争。
§15.2.3ὁ δʼ Εὐαγόρασπρὸς μὲν τὸν Ἄκοριν τὸν Αἰγυπτίων βασιλέα, πολέμιον ὄντα Περσῶν, συμμαχίαν ἐποιήσατο καὶ δύναμιν ἀξιόλογον παρʼ αὐτοῦ προσελάβετο, παρʼ Ἑκατόμνου δὲ τοῦ Καρίας δυνάστου, λάθρᾳ συμπράττοντος αὐτῷ, χρημάτων ἔλαβε πλῆθος εἰς διατροφὴν ξενικῶν δυνάμεων· ὁμοίως δὲ καὶ τοὺς ἄλλους τοὺς ἀλλοτρίως ἔχοντας πρὸς Πέρσας, τοὺς μὲν λαθραίως, τοὺς δὲ καὶ φανερῶς ἐπεσπάσατο κοινωνήσοντας τοῦ Περσικοῦ πολέμου.
而埃瓦戈拉斯则与波斯人的敌人、埃及国王阿科里斯结盟,并从他那里获得了可观的兵力;此外,从暗中与他协作的卡里亚统治者赫卡托姆诺斯那里,他获得了大量资金,用以供养外籍雇佣军;同样地,他也拉拢了其他对波斯人怀有敌意的人,有的是暗中,有的是公开,让他们参与到这场针对波斯的战争中。
§15.2.4ἐκυρίευε δὲ κατὰ μὲν τὴν Κύπρον τῶν πόλεων σχεδόν τι πασῶν, κατὰ δὲ τὴν Φοινίκην Τύρου καί τινων ἑτέρων.
他在塞浦路斯几乎控制了所有的城市,在腓尼基则控制了推罗和一些其他城市。
εἶχε δὲ τριήρεις μὲν ἐνενήκοντα, καὶ τούτων ὑπῆρχον Τύριαι μὲν εἴκοσι, Κύπριαι δʼ ἑβδομήκοντα, στρατιώτας δʼ ἰδίους μὲν ἑξακισχιλίους, παρὰ δὲ τῶν συμμάχων πολλῷ τούτων πλείους.
他拥有九十艘三段舵船,其中二十艘属于推罗,七十艘属于塞浦路斯;至于士兵,他自己有六千人,盟友提供的兵力则远多于此。
πρὸς δὲ τούτοις μισθοφόρους πολλοὺς ἐξενολόγει, ἔχων χρημάτων δαψίλειαν.
此外,由于资金充裕,他征募了许多雇佣兵。
ἔπεμψε δʼ αὐτῷ καὶ ὁ τῶν Ἀράβων βασιλεὺς στρατιώτας οὐκ ὀλίγους καὶ ἄλλοι τινὲς οἱ ἐν ὑποψίαις ὄντες τῷ τῶν Περσῶν βασιλεῖ.
阿拉伯人的国王也送来了不少士兵,其他一些受到波斯国王怀疑的人也同样如此。