Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §15.29.1-15.29.8

斯福德里亚斯的偷袭与波埃战争准备

第 441 段,共 723 段 · 希腊语

内容简介

埃及国王阿科里斯与波斯将领法尔纳巴佐斯各自整军备战,导致雅典将领哈布里亚斯和伊菲克拉特斯先后被召请。与此同时,斯巴达人斯福德里亚斯企图夜袭雅典的培拉亚斯失败,愤怒的雅典人宣布和约破裂,开始备战并以平等的条件扩大同盟。

§15.29.1ἅμα δὲ τούτοις πραττομένοις Ἄκορις ὁ τῶν Αἰγυπτίων βασιλεύς, ἀλλοτρίως διακείμενος πρὸς τὸν Περσῶν βασιλέα, δυνάμεις ξενικὰς ἀξιολόγους ἤθροισε·
在此期间,与波斯国王关系疏远(怀有敌意)的埃及国王阿科里斯招募了一支规模显著的外国雇佣军。
μεγάλους γὰρ μισθοὺς τοῖς ὑπακούουσι προτιθείς, συχνοὺς δʼ εὐεργετῶν, ταχὺ πολλοὺς ἔσχε τῶν Ἑλλήνων ὑπακούοντας πρὸς τὴν στρατείαν.
因为他向应募者提供高额报酬,并对许多人施予恩惠,很快便吸引了许多希腊人参与此次远征。
§15.29.2οὐκ ἔχων δὲ στρατηγὸν ἀξιόχρεων, μετεπέμψατο Χαβρίαν τὸν Ἀθηναῖον, ἄνδρα καὶ φρονήσει καὶ συνέσει στρατηγικῇ διάφορον καὶ δόξαν ἐπʼ ἀρετῇ μεγάλην περιπεποιημένον.
由于缺乏有能力的将领,他召请了雅典人哈布里亚斯,此人在智谋和军事统帅才能上都非常出众,并因卓越的能力赢得了极大的声誉。
οὗτος μὲν οὖν ἄνευ τῆς τοῦ δήμου γνώμης προσδεξάμενος τὴν στρατηγίαν ἀφηγεῖτο τῶν κατʼ Αἴγυπτον δυνάμεων, καὶ μετὰ πολλῆς σπουδῆς παρεσκευάζετο πολεμεῖν πρὸς τοὺς Πέρσας.
因此,哈布里亚斯在未获得雅典公民大会同意的情况下接受了将领职务,统领埃及军队,并以极大的热情准备与波斯人作战。
§15.29.3Φαρνάβαζος δʼ ὑπὸ τοῦ βασιλέως ἀναδεδειγμένος στρατηγὸς ἐπὶ τῆς Περσικῆς δυνάμεως παρασκευὰς μεγάλας ἐποιήσατο τῶν πρὸς τὸν πόλεμον χρησίμων·
与此同时,被波斯国王任命为波斯军队统帅的法尔纳巴佐斯,为战争作了大量的物资准备。
ἐξέπεμψε δὲ καὶ πρὸς Ἀθηναίους πρέσβεις, κατηγορῶν μὲν Χαβρίου, ὅτι τῶν Αἰγυπτίων ἡγούμενος ἀπαλλοτριοῖ τὴν τοῦ βασιλέως εὔνοιαν ἀπὸ τοῦ δήμου, παρακαλῶν δὲ στρατηγὸν Ἰφικράτην αὑτῷ δοῦναι.
他还向雅典人派遣了使节,指控哈布里亚斯通过统领埃及人,使国王对雅典人民的善意产生疏远,并请求雅典人将将领伊菲克拉特斯派给他。
§15.29.4οἱ δʼ Ἀθηναῖοι, σπεύδοντες τὸν βασιλέα τῶν Περσῶν εἰς εὔνοιαν προσαγαγέσθαι καὶ τὸν Φαρνάβαζον ἰδιοποιήσασθαι, ταχέως τόν τε Χαβρίαν ἐξ Αἰγύπτου μετεπέμψαντο καὶ τὸν Ἰφικράτην στρατηγὸν ἐξαπέστειλαν συμμαχήσοντα τοῖς Πέρσαις.
雅典人急于争取波斯国王的好感并拉拢法尔纳巴佐斯,因而迅速将哈布里亚斯从埃及召回,并派遣伊菲克拉特斯作为将领前去与波斯人结盟共事。
§15.29.5τοῖς δὲ Λακεδαιμονίοις καὶ τοῖς Ἀθηναίοις σπονδὰς πεποιημένοις ἐν τοῖς ἐπάνω χρόνοις συνέβαινε μένειν τὴν εἰρήνην μέχρι τῶνδε τῶν καιρῶν.
此前曾缔结和约的斯巴达人与雅典人之间,和平一直维持到此时。
μετὰ δὲ ταῦτα Σφοδριάδου τοῦ Σπαρτιάτου τεταγμένου μὲν ἐφʼ ἡγεμονίας, φύσει δʼ ὄντος μετεώρου καὶ προπετοῦς, ἔπεισεν αὐτὸν Κλεόμβροτος ὁ βασιλεὺς τῶν Λακεδαιμονίων ἄνευ τῆς γνώμης τῶν ἐφόρων καταλαβέσθαι τὸν Πειραιᾶ.
但在此之后,被委以指挥权的斯巴达人斯福德里亚斯因性格轻浮、鲁莽,斯巴达国王克勒翁布罗托斯说服他,在未取得监察官同意的情况下企图占领培拉亚斯。
§15.29.6ὁ δὲ Σφοδριάδης ἔχων στρατιώτας πλείους τῶν μυρίων ἐπεβάλετο μὲν τῆς νυκτὸς καταλαβέσθαι τὸν Πειραιᾶ· καταφανὴς δὲ γενόμενος Ἀθηναίοις καὶ διαμαρτὼν τῆς ἐπιβολῆς ἄπρακτος ἐπανῆλθεν.
斯福德里亚斯率领一万多名士兵,企图在夜间占领培拉亚斯;但他被雅典人发现,占领计划失败,未能取得任何成果便退兵。
κατηγορηθεὶς δʼ ἐν τῷ συνεδρίῳ τῶν Σπαρτιατῶν, καὶ συναγωνιστὰς ἔχων τοὺς βασιλεῖς, ἀδίκως ἀπελύθη.
他在斯巴达人的议会上受到指控,但由于得到了国王们的支持,他被不公正地宣告无罪。
§15.29.7διόπερ οἱ Ἀθηναῖοι χαλεπῶς φέροντες ἐπὶ τοῖς γεγονόσιν, ἐψηφίσαντο λελύσθαι τὰς σπονδὰς ὑπὸ Λακεδαιμονίων.
因此,雅典人对这一事件感到愤怒,投票决议斯巴达人已经破坏了和约。
κρίναντες δὲ πολεμεῖν αὐτοῖς, στρατηγοὺς τρεῖς εἵλαντο τοὺς ἐπιφανεστάτους τῶν πολιτῶν, Τιμόθεον καὶ Χαβρίανκαὶ Καλλίστρατον.
在决定与他们开战后,雅典人选出了公民中最杰出的三位将领,即提摩太、哈布里亚斯和卡利斯特拉托斯。
ἐψηφίσαντο δὲ στρατιώτας μὲν ὁπλίτας καταλέξαι δισμυρίους, ἱππεῖς δὲ πεντακοσίους, ναῦς δὲ πληρῶσαι διακοσίας.
他们还投票决定征集两万名重装步兵、五百名骑兵,并装备两百艘战船。
προσελάβοντο δὲ καὶ τοὺς Θηβαίους ἐπὶ τὸ κοινὸν συνέδριον ἐπὶ τοῖς ἴσοις πᾶσιν.
他们还将忒拜人接纳进入共同议会,享受完全平等的待遇。
§15.29.8ἐψηφίσαντο δὲ καὶ τὰς γενομένας κληρουχίας ἀποκαταστῆσαι τοῖς πρότερον κυρίοις γεγονόσι, καὶ νόμον ἔθεντο μηδένα τῶν Ἀθηναίων γεωργεῖν ἐκτὸς τῆς Ἀττικῆς.
他们还投票决定将此前建立的海外殖民地归还给原先的所有者,并制定法律规定任何雅典人不得在阿提卡以外的地方耕作土地。
διὰ δὲ ταύτης τῆς φιλανθρωπίας ἀνακτησάμενοι τὴν παρὰ τοῖς Ἕλλησιν εὔνοιαν, ἰσχυροτέραν ἐποιήσαντο τὴν ἰδίαν ἡγεμονίαν.
通过这一宽大(友善)的举措,他们重新赢得了希腊人的好感,使自己的领导权更加稳固。

词汇与语法注释

  1. §15.29.1ἅμα δὲ τούτοις πραττομένοις — 由指示代词 `τούτοις` 与现在分词 `πραττομένοις` 构成的属格绝对(独立属格)结构,表明本章叙述的事件与前一章所述希腊局势的发展是同时进行的。
  2. §15.29.5τοῖς δὲ Λακεδαιμονίοις καὶ τοῖς Ἀθηναίοις σπονδὰς πεποιημένοις ἐν τοῖς ἐπάνω χρόνοις συνέβαινε μένειν τὴν εἰρήνην — 无人称动词 `συνέβαινε`(“发生了……的情况”)以对格不定式短语 `μένειν τὴν εἰρήνην` 作为其主语。句首的与格短语 `τοῖς δὲ Λακεδαιμονίοις καὶ τοῖς Ἀθηναίοις σπονδὰς πεποιημένοις` 带有完成时中被动分词,用作与无人称动词相关的关切/关系与格,意为“对于已缔结和约的斯巴达人和雅典人而言”。
  3. §15.29.5ἔπεισεν αὐτὸν ... καταλαβέσθαι τὸν Πειραιᾶ — 动词 `ἔπεισεν`(“说服、促使”)的宾语对格 `αὐτόν` 同时充当不定式 `καταλαβέσθαι`(“占领”)的逻辑主语,构成补语结构。
  4. §15.29.7ἐψηφίσαντο λελύσθαι τὰς σπονδὰς ὑπὸ Λακεδαιμονίων — 依附于动词 `ἐψηφίσαντο`(“投票决议”)的对格与不定式结构。`τὰς σπονδὰς` 是完成时被动不定式 `λελύσθαι` 的主语对格,施事者由 `ὑπὸ Λακεδαιμονίων`(“由斯巴达人”)表示。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §15.29.1-15.29.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:15.29.1-15.29.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。