§15.29.1ἅμα δὲ τούτοις πραττομένοις Ἄκορις ὁ τῶν Αἰγυπτίων βασιλεύς, ἀλλοτρίως διακείμενος πρὸς τὸν Περσῶν βασιλέα, δυνάμεις ξενικὰς ἀξιολόγους ἤθροισε·
一方、これらのことが進行している間に、エジプト王アコリスは、ペルシア王に対して敵対的な態度をとり、かなりの外国人傭兵部隊を集めた。
μεγάλους γὰρ μισθοὺς τοῖς ὑπακούουσι προτιθείς, συχνοὺς δʼ εὐεργετῶν, ταχὺ πολλοὺς ἔσχε τῶν Ἑλλήνων ὑπακούοντας πρὸς τὴν στρατείαν.
彼は、応じる者たちに高額の給与を提示し、多くの者たちに親切を施したため、すぐにギリシア人の多くをその遠征に応じさせた。
§15.29.2οὐκ ἔχων δὲ στρατηγὸν ἀξιόχρεων, μετεπέμψατο Χαβρίαν τὸν Ἀθηναῖον, ἄνδρα καὶ φρονήσει καὶ συνέσει στρατηγικῇ διάφορον καὶ δόξαν ἐπʼ ἀρετῇ μεγάλην περιπεποιημένον.
しかし十分な能力のある将軍がいなかったので、彼はアテナイ人のハブリアスを招請した。 ハブリアスは思慮と将軍としての才覚において優れ、卓越した能力によって大いなる名声を得ていた人物であった。
οὗτος μὲν οὖν ἄνευ τῆς τοῦ δήμου γνώμης προσδεξάμενος τὴν στρατηγίαν ἀφηγεῖτο τῶν κατʼ Αἴγυπτον δυνάμεων, καὶ μετὰ πολλῆς σπουδῆς παρεσκευάζετο πολεμεῖν πρὸς τοὺς Πέρσας.
そこでハブリアスは、民衆の決議を得ることなく将軍職を引き受けてエジプトの軍勢を率い、多大な熱意を以てペルシア人と戦う準備を整えた。
§15.29.3Φαρνάβαζος δʼ ὑπὸ τοῦ βασιλέως ἀναδεδειγμένος στρατηγὸς ἐπὶ τῆς Περσικῆς δυνάμεως παρασκευὰς μεγάλας ἐποιήσατο τῶν πρὸς τὸν πόλεμον χρησίμων·
一方、王によってペルシア軍の将軍に任命されていたファルナバゾスは、戦争に役立つ諸物資の多大な準備を行った。
ἐξέπεμψε δὲ καὶ πρὸς Ἀθηναίους πρέσβεις, κατηγορῶν μὲν Χαβρίου, ὅτι τῶν Αἰγυπτίων ἡγούμενος ἀπαλλοτριοῖ τὴν τοῦ βασιλέως εὔνοιαν ἀπὸ τοῦ δήμου, παρακαλῶν δὲ στρατηγὸν Ἰφικράτην αὑτῷ δοῦναι.
彼はまた、アテナイ人へも使節を派遣し、ハブリアスがエジプト人を率いることによって王のアテナイ民衆への好意を損ねていると告発する一方で、将軍イフィクラテスを自分に遣わしてくれるよう求めた。
§15.29.4οἱ δʼ Ἀθηναῖοι, σπεύδοντες τὸν βασιλέα τῶν Περσῶν εἰς εὔνοιαν προσαγαγέσθαι καὶ τὸν Φαρνάβαζον ἰδιοποιήσασθαι, ταχέως τόν τε Χαβρίαν ἐξ Αἰγύπτου μετεπέμψαντο καὶ τὸν Ἰφικράτην στρατηγὸν ἐξαπέστειλαν συμμαχήσοντα τοῖς Πέρσαις.
アテナイ人は、ペルシア王を好意的な態度に引き込み、ファルナバゾスを味方にすることに努めていたため、急いでハブリアスをエジプトから呼び戻し、ペルシア人と共闘させるためにイフィクラテスを将軍として派遣した。
§15.29.5τοῖς δὲ Λακεδαιμονίοις καὶ τοῖς Ἀθηναίοις σπονδὰς πεποιημένοις ἐν τοῖς ἐπάνω χρόνοις συνέβαινε μένειν τὴν εἰρήνην μέχρι τῶνδε τῶν καιρῶν.
先の時期に和約を結んでいたスパルタ人とアテナイ人の間では、平和がこの時まで維持され続けていた。
μετὰ δὲ ταῦτα Σφοδριάδου τοῦ Σπαρτιάτου τεταγμένου μὲν ἐφʼ ἡγεμονίας, φύσει δʼ ὄντος μετεώρου καὶ προπετοῦς, ἔπεισεν αὐτὸν Κλεόμβροτος ὁ βασιλεὺς τῶν Λακεδαιμονίων ἄνευ τῆς γνώμης τῶν ἐφόρων καταλαβέσθαι τὸν Πειραιᾶ.
しかしその後、スパルタ人のスフォドリアスが指揮権を与えられていたが、彼は性格が軽率で向こう見ずであったため、スパルタ王クレオンブロトスが彼を説得し、エフォロイ(監督官)の同意を得ることなくペイライエウスを占拠させようとした。
§15.29.6ὁ δὲ Σφοδριάδης ἔχων στρατιώτας πλείους τῶν μυρίων ἐπεβάλετο μὲν τῆς νυκτὸς καταλαβέσθαι τὸν Πειραιᾶ·
そこでスフォドリアスは一万人以上の兵を率いて、夜間にペイライエウスを占拠しようと企てた。
καταφανὴς δὲ γενόμενος Ἀθηναίοις καὶ διαμαρτὼν τῆς ἐπιβολῆς ἄπρακτος ἐπανῆλθεν.
しかし、アテナイ人に見つかってしまい、その企てに失敗して、何も果たせずに引き返した。
κατηγορηθεὶς δʼ ἐν τῷ συνεδρίῳ τῶν Σπαρτιατῶν, καὶ συναγωνιστὰς ἔχων τοὺς βασιλεῖς, ἀδίκως ἀπελύθη.
彼はスパルタ人の評議会で告発されたが、王たちを擁護者に得ていたため、不当にも無罪放免となった。
§15.29.7διόπερ οἱ Ἀθηναῖοι χαλεπῶς φέροντες ἐπὶ τοῖς γεγονόσιν, ἐψηφίσαντο λελύσθαι τὰς σπονδὰς ὑπὸ Λακεδαιμονίων.
そのためアテナイ人は、この出来事に憤慨し、スパルタ人によって和約が破られたと決議した。
κρίναντες δὲ πολεμεῖν αὐτοῖς, στρατηγοὺς τρεῖς εἵλαντο τοὺς ἐπιφανεστάτους τῶν πολιτῶν, Τιμόθεον καὶ Χαβρίανκαὶ Καλλίστρατον.
そして彼らと戦争をすることを決定し、市民の中で最も著名な三人、ティモテオス、ハブリアス、カリストラトスを将軍に選出した。
ἐψηφίσαντο δὲ στρατιώτας μὲν ὁπλίτας καταλέξαι δισμυρίους, ἱππεῖς δὲ πεντακοσίους, ναῦς δὲ πληρῶσαι διακοσίας.
また、重装歩兵二万人、騎兵五百人を徴募し、船二百隻に人員を満載することを決議した。
προσελάβοντο δὲ καὶ τοὺς Θηβαίους ἐπὶ τὸ κοινὸν συνέδριον ἐπὶ τοῖς ἴσοις πᾶσιν.
さらに、テバイ人をも、すべての点において対等な条件で共通の評議会に迎え入れた。
§15.29.8ἐψηφίσαντο δὲ καὶ τὰς γενομένας κληρουχίας ἀποκαταστῆσαι τοῖς πρότερον κυρίοις γεγονόσι, καὶ νόμον ἔθεντο μηδένα τῶν Ἀθηναίων γεωργεῖν ἐκτὸς τῆς Ἀττικῆς.
また彼らは、それまでに設立されたクレルキアを以前の所有者たちに返還することを決議し、アテナイ人の誰もアッティカの外で土地を耕作してはならないという法律を制定した。
διὰ δὲ ταύτης τῆς φιλανθρωπίας ἀνακτησάμενοι τὴν παρὰ τοῖς Ἕλλησιν εὔνοιαν, ἰσχυροτέραν ἐποιήσαντο τὴν ἰδίαν ἡγεμονίαν.
このような寛大な措置によってギリシア人の好意を取り戻し、自分たちの指導権をより強固なものにした。