Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §15.30.1-15.30.5

雅典远征欧波亚与哈布里亚斯的作战

第 442 段,共 723 段 · 希腊语

内容简介

记述了雅典因赢得众多同盟而在实力上与斯巴达抗衡并向欧波亚派兵,以及哈布里亚斯蹂躏拥护斯巴达的赫斯提亚亚领地并招降周边岛屿的过程。

§15.30.1πολλαὶ μὲν οὖν καὶ τῶν ἄλλων πόλεων διὰ τὴν εἰρημένην αἰτίαν προεκλήθησαν πρὸς τοὺς Ἀθηναίους ἀποκλῖναι, πρῶται δὲ καὶ προθυμότατα συνεμάχησαν αἱ κατὰ τὴν Εὔβοιαν οἰκοῦσαι χωρὶς Ἑστιαίας·
因此,由于上述原因,其他许多城市也被促使倒向雅典人,而最初且最热心结盟的是居住在欧波亚的人,唯独赫斯提亚亚除外。
αὕτη γὰρ εὐηργετημένη μὲν ὑπὸ Λακεδαιμονίων μεγάλα, πεπολεμημένη δὲ δεινῶς ὑπὸ Ἀθηναίων, εὐλόγως πρὸς μὲν Ἀθηναίους ἀδιάλυτον ἐφύλαττε τὴν ἔχθραν, πρὸς δὲ τοὺς Σπαρτιάτας βεβαίαν τὴν πίστιν διεφύλαττεν.
因为该城曾深受斯巴达人的恩惠,而又曾被雅典人残酷地攻打,所以合乎情理地,它对雅典人保持着不可调和的仇恨,而对斯巴达人则维持着坚定的忠诚。
§15.30.2οὐ μὴν ἀλλὰ τοῖς Ἀθηναίοις εἰς συμμαχίαν συνέβησαν ἑβδομήκοντα πόλεις καὶ μετέσχον ἐπʼ ἴσης τοῦ κοινοῦ συνεδρίου·
不仅如此,实际上有七十个城市与雅典人结盟,并平等地加入了共同议会。
διὸ καὶ τοῖς Ἀθηναίοις αἰεὶ μᾶλλον τῆς δυνάμεως αὐξομένης, τοῖς δὲ Λακεδαιμονίοις ταπεινουμένης, ἐφάμιλλον τὴν ἰσχὺν τῶν πόλεων συνέβαινε γίνεσθαι.
因此,随着雅典人的力量不断增长,而斯巴达人的力量逐渐衰落,两邦的实力便趋于势均力敌。
οἱ δʼ Ἀθηναῖοι, τῶν πραγμάτων αὐτοῖς κατὰ νοῦν προχωρούντων, δύναμιν ἐξέπεμψαν εἰς τὴν Εὔβοιαν τὴν παραφυλάξουσαν μὲν τοὺς συμμάχους, καταπολεμήσουσαν δὲ τοὺς ἐναντίους.
雅典人在事态顺遂其意的情况下,向欧波亚派遣了一支军队,用以保护盟友并击败对手。
§15.30.3κατὰ δὲ τὴν Εὔβοιαν βραχὺ μὲν πρὸ τούτων τῶν χρόνων Νεογένης τις ὄνομα μετʼ Ἰάσονος τοῦ Φεραίου συλλέξας στρατιώτας κατελάβετο τήν τε ἀκρόπολιν τῶν Ἑστιαιέων, καὶ τύραννον ἑαυτὸν ἀπέδειξε ταύτης τῆς χώρας καὶ τῆς τῶν Ὠρειτῶν πόλεως.
在此之前的稍早时候,在欧波亚,一个名叫尼奥格尼斯的人与费莱的伊阿松一起招募了士兵,占领了赫斯提亚亚人的卫城,并宣布自己是该地区及奥雷泰人城市的僭主。
ἄρχοντος δʼ αὐτοῦ βιαίως καὶ ὑπερηφάνως Λακεδαιμόνιοι Θηριπίδην ἀπέστειλαν ἐπʼ αὐτόν.
由于他的统治残暴而傲慢,斯巴达人派遣瑟里皮德斯前去讨伐他。
§15.30.4ὁ δὲ τὸ μὲν πρῶτον ἐπεχείρει λόγοις τὸν τύραννον ἐκχωρεῖν ἐκ τῆς ἀκροπόλεως· ὡς δʼ οὐ προσεῖχε, παρακαλέσας τοὺς ἐγχωρίους πρὸς τὴν ἐλευθερίαν ἐξεπολιόρκησε τὸ χωρίον καὶ τοῖς Ὠρείταις τὴν ἐλευθερίαν ἀποκατέστησεν, διʼ ἣν αἰτίαν οἱ τὴν Ἑστιαιέων καλουμένην χώραν οἰκοῦντες οἰκείως διετέθησαν πρὸς τοὺς Σπαρτιάτας, καὶ βεβαίως ἐτήρουν τὴν φιλίαν.
瑟里皮德斯起初试图用言语劝说僭主撤出卫城;但当对方不予理会时,他号召当地人民争取自由,通过围攻攻占了该地,并恢复了奥雷泰人的自由。 由于这个原因,居住在被称为赫斯提亚亚地区的人们对斯巴达人怀有亲近之情,并牢固地保持着友谊。
§15.30.5τῆς δʼ ὑπὸ τῶν Ἀθηναίων ἐκπεμφθείσης δυνάμεως ἡγούμενος Χαβρίας ἐπόρθησε τὴν Ἑστιαιῶτιν χώραν, καὶ τὴν καλουμένην μὲν Μητρόπολιν, κειμένην δʼ ἐπί τινος ἐρυμνοῦ λόφου, τειχίσας, ἀπέλιπεν ἐν αὐτῇ φρουράν, αὐτὸς δὲ ταῖς Κυκλάσι νήσοις ἐπιπλέων προσηγάγετο Πεπάρηθον καὶ Σκίαθον καί τινας ἄλλας τεταγμένας ὑπὸ Λακεδαιμονίοις.
统领雅典人派出的军队的哈布里亚斯,蹂躏了赫斯提亚亚人的领地,并在一个被称为“大都会(梅特罗波利斯)”、坐落在险峻山丘上的地方筑城设防,在其中留下一支守备队。 他自己则乘船巡航于基克拉泽斯群岛,争取了佩帕雷索斯、斯基亚索斯以及其他一些原本臣属于斯巴达人的岛屿。

词汇与语法注释

  1. §15.30.1εὐηργετημένη μὲν ὑπὸ Λακεδαιμονίων μεγάλα, πεπολεμημένη δὲ δεινῶς ὑπὸ Ἀθηναίων — 这两个被动完成时分词 εὐηργετημένη 和 πεπολεμημένη 用作表示原因的副词性分词,解释了主句动词 ἐφύλαττε 和 διεφύλαττεν 的缘由。此外,μεγάλα 是形容词 μέγας 的中性复数宾格,在此作副词使用,意为“极大地”。
  2. §15.30.2τοῖς Ἀθηναίοις αἰεὶ μᾶλλον τῆς δυνάμεως αὐξομένης, τοῖς δὲ Λακεδαιμονίοις ταπεινουμένης — 这是一个属格独立结构(Genitive Absolute),名词短语 τῆς δυνάμεως(在后半句中省略了 δυνάwews)作主语,现在时分词 αὐξομένης 和 ταπεινουμένης 作谓语。与格的 τοῖς Ἀθηναίοις 和 τοῖς ... Λακεδαιμονίοις 是关切与格(dative of interest),分别指“对于雅典人而言”和“对于斯巴达人而言”。
  3. §15.30.2τὴν παραφυλάξουσαν μὲν τοὺς συμμάχους, καταπολεμήσουσαν δὲ τοὺς ἐναντίους — 这些是带有定冠词的将来时主动分词,修饰阴性单数宾格名词 δύναμιν(军队)。在古典希腊语中,将来时分词经常用来表示目的,在此意为“(一支)旨在保护盟友并击败对手的(军队)”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §15.30.1-15.30.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:15.30.1-15.30.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。