OriginalEnglish translation
§15.29.1ἅμα δὲ τούτοις πραττομένοις Ἄκορις ὁ τῶν Αἰγυπτίων βασιλεύς, ἀλλοτρίως διακείμενος πρὸς τὸν Περσῶν βασιλέα, δυνάμεις ξενικὰς ἀξιολόγους ἤθροισε·
While these things were going on, Acoris, the king of the Egyptians, who was on hostile terms with the king of the Persians, collected a notable force of mercenaries.
μεγάλους γὰρ μισθοὺς τοῖς ὑπακούουσι προτιθείς, συχνοὺς δʼ εὐεργετῶν, ταχὺ πολλοὺς ἔσχε τῶν Ἑλλήνων ὑπακούοντας πρὸς τὴν στρατείαν.
For by offering large wages to those who would enlist, and by bestowing benefits on many, he quickly had many of the Greeks responding to the campaign.
§15.29.2οὐκ ἔχων δὲ στρατηγὸν ἀξιόχρεων, μετεπέμψατο Χαβρίαν τὸν Ἀθηναῖον, ἄνδρα καὶ φρονήσει καὶ συνέσει στρατηγικῇ διάφορον καὶ δόξαν ἐπʼ ἀρετῇ μεγάλην περιπεποιημένον.
Since he did not have a general of sufficient capacity, he sent for Chabrias the Athenian, a man distinguished for both his prudence and his strategic skill, who had acquired a great reputation for military excellence.
οὗτος μὲν οὖν ἄνευ τῆς τοῦ δήμου γνώμης προσδεξάμενος τὴν στρατηγίαν ἀφηγεῖτο τῶν κατʼ Αἴγυπτον δυνάμεων, καὶ μετὰ πολλῆς σπουδῆς παρεσκευάζετο πολεμεῖν πρὸς τοὺς Πέρσας.
He, therefore, having accepted the command without the consent of the people, took charge of the forces in Egypt and with great enthusiasm prepared to make war against the Persians.
§15.29.3Φαρνάβαζος δʼ ὑπὸ τοῦ βασιλέως ἀναδεδειγμένος στρατηγὸς ἐπὶ τῆς Περσικῆς δυνάμεως παρασκευὰς μεγάλας ἐποιήσατο τῶν πρὸς τὸν πόλεμον χρησίμων· ἐξέπεμψε δὲ καὶ πρὸς Ἀθηναίους πρέσβεις, κατηγορῶν μὲν Χαβρίου, ὅτι τῶν Αἰγυπτίων ἡγούμενος ἀπαλλοτριοῖ τὴν τοῦ βασιλέως εὔνοιαν ἀπὸ τοῦ δήμου, παρακαλῶν δὲ στρατηγὸν Ἰφικράτην αὑτῷ δοῦναι.
Meanwhile Pharnabazus, who had been appointed by the king as general of the Persian forces, made great preparations of things useful for the war; he also dispatched ambassadors to the Athenians, accusing Chabrias on the ground that, by leading the Egyptians, he was alienating the king's goodwill from the people, and requesting them to send him Iphicrates as general.
§15.29.4οἱ δʼ Ἀθηναῖοι, σπεύδοντες τὸν βασιλέα τῶν Περσῶν εἰς εὔνοιαν προσαγαγέσθαι καὶ τὸν Φαρνάβαζον ἰδιοποιήσασθαι, ταχέως τόν τε Χαβρίαν ἐξ Αἰγύπτου μετεπέμψαντο καὶ τὸν Ἰφικράτην στρατηγὸν ἐξαπέστειλαν συμμαχήσοντα τοῖς Πέρσαις.
The Athenians, eager to win the goodwill of the king of the Persians and to make Pharnabazus their friend, quickly recalled Chabrias from Egypt and sent out Iphicrates as general to fight in alliance with the Persians.
§15.29.5τοῖς δὲ Λακεδαιμονίοις καὶ τοῖς Ἀθηναίοις σπονδὰς πεποιημένοις ἐν τοῖς ἐπάνω χρόνοις συνέβαινε μένειν τὴν εἰρήνην μέχρι τῶνδε τῶν καιρῶν.
Now, for the Lacedaemonians and the Athenians, who had made a treaty in former times, the peace had happened to remain down to these times.
μετὰ δὲ ταῦτα Σφοδριάδου τοῦ Σπαρτιάτου τεταγμένου μὲν ἐφʼ ἡγεμονίας, φύσει δʼ ὄντος μετεώρου καὶ προπετοῦς, ἔπεισεν αὐτὸν Κλεόμβροτος ὁ βασιλεὺς τῶν Λακεδαιμονίων ἄνευ τῆς γνώμης τῶν ἐφόρων καταλαβέσθαι τὸν Πειραιᾶ.
But after this, Sphodrias the Spartan having been stationed in command, but being by nature flighty and reckless, Cleombrotus, the king of the Lacedaemonians, persuaded him to seize the Piraeus without the consent of the ephors.
§15.29.6ὁ δὲ Σφοδριάδης ἔχων στρατιώτας πλείους τῶν μυρίων ἐπεβάλετο μὲν τῆς νυκτὸς καταλαβέσθαι τὸν Πειραιᾶ· καταφανὴς δὲ γενόμενος Ἀθηναίοις καὶ διαμαρτὼν τῆς ἐπιβολῆς ἄπρακτος ἐπανῆλθεν.
Sphodrias, having more than ten thousand soldiers, attempted to seize the Piraeus by night; but having become visible to the Athenians and having failed in his attempt, he returned without having accomplished anything.
κατηγορηθεὶς δʼ ἐν τῷ συνεδρίῳ τῶν Σπαρτιατῶν, καὶ συναγωνιστὰς ἔχων τοὺς βασιλεῖς, ἀδίκως ἀπελύθη.
When he was accused before the council of the Spartans, since he had the kings as his supporters, he was unjustly acquitted.
§15.29.7διόπερ οἱ Ἀθηναῖοι χαλεπῶς φέροντες ἐπὶ τοῖς γεγονόσιν, ἐψηφίσαντο λελύσθαι τὰς σπονδὰς ὑπὸ Λακεδαιμονίων.
Therefore the Athenians, bearing this event with indignation, voted that the treaty had been broken by the Lacedaemonians.
κρίναντες δὲ πολεμεῖν αὐτοῖς, στρατηγοὺς τρεῖς εἵλαντο τοὺς ἐπιφανεστάτους τῶν πολιτῶν, Τιμόθεον καὶ Χαβρίανκαὶ Καλλίστρατον.
Having decided to make war on them, they chose three of their most distinguished citizens as generals, Timotheus, Chabrias, and Callistratus.
ἐψηφίσαντο δὲ στρατιώτας μὲν ὁπλίτας καταλέξαι δισμυρίους, ἱππεῖς δὲ πεντακοσίους, ναῦς δὲ πληρῶσαι διακοσίας.
They also voted to enroll twenty thousand hoplites and five hundred cavalry, and to man two hundred ships.
προσελάβοντο δὲ καὶ τοὺς Θηβαίους ἐπὶ τὸ κοινὸν συνέδριον ἐπὶ τοῖς ἴσοις πᾶσιν.
They also admitted the Thebans into the common congress on terms of complete equality.
§15.29.8ἐψηφίσαντο δὲ καὶ τὰς γενομένας κληρουχίας ἀποκαταστῆσαι τοῖς πρότερον κυρίοις γεγονόσι, καὶ νόμον ἔθεντο μηδένα τῶν Ἀθηναίων γεωργεῖν ἐκτὸς τῆς Ἀττικῆς.
They also voted to restore the cleruchies that had been established to those who had previously been their owners, and passed a law that no Athenian should cultivate land outside of Attica.
διὰ δὲ ταύτης τῆς φιλανθρωπίας ἀνακτησάμενοι τὴν παρὰ τοῖς Ἕλλησιν εὔνοιαν, ἰσχυροτέραν ἐποιήσαντο τὴν ἰδίαν ἡγεμονίαν.
By this act of generosity, they recovered the goodwill of the Greeks and made their own leadership stronger.
Translation, notes and summary are AI-generated drafts, revised through reader feedback.