Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §15.25.1-15.25.4

波奥蒂亚战争爆发与忒拜起义

第 437 段,共 723 段 · 希腊语

内容简介

在雅典执政官纳乌西尼科斯任期内,波奥蒂亚战争爆发。流亡的忒拜人夜袭归国,肃清了城内的亲斯巴达派并开始围攻卡德米亚,同时向雅典请求援助。

§15.25.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Ναυσινίκου Ῥωμαῖοι χιλιάρχους τέσσαρας ἀντὶ τῶν ὑπάτων κατέστησαν, Μάρκον Κορνήλιον καὶ Κόιντον Σερουίλιον, Μάρκον Φούριον καὶ Λεύκιον Κοΐνκτιον.
在雅典由纳乌西尼科斯担任执政官时,罗马人任命了四位执政武官代替执政官:马尔库斯·科尔内利乌斯、昆图斯·塞尔维利乌斯、马尔库斯·富里乌斯和卢基乌斯·昆克蒂乌斯。
ἐπὶ δὲ τούτων ὁ κληθεὶς Βοιωτικὸς πόλεμος ἐνέστη Λακεδαιμονίοις πρὸς Βοιωτοὺς διὰ τοιαύτας αἰτίας.
在他们的任期内,由于以下原因,所谓的波奥蒂亚战争在斯巴达人与波奥蒂亚人之间爆发。
τὴν Καδμείαν φρουρούντων Λακεδαιμονίων ἀδίκως καὶ πολλοὺς τῶν ἀξιολόγων ἀνδρῶν πεφυγαδευκότων, συνεστράφησαν οἱ φυγάδες, καὶ συνεπιλαβομένων Ἀθηναίων κατῆλθον εἰς τὴν πατρίδα νυκτός.
由于斯巴达人不公地驻守卡德米亚,并驱逐了许多显赫之人,流亡者们团结起来,并在雅典人的协助下,于夜间返回了祖国。
§15.25.2καὶ πρῶτον μὲν τοὺς τὰ Λακεδαιμονίων φρονοῦντας ἐν ταῖς ἰδίαις οἰκίαις ἐφόνευσαν, ἔτι κοιμωμένους καταλαβόντες· ἔπειτα τοὺς πολίτας ἐπὶ τὴν ἐλευθερίαν παρακαλέσαντες συνεργοὺς ἔσχον ἅπαντας τοὺς Θηβαίους.
首先,他们趁那些支持斯巴达人的人还在熟睡时,在其私宅中将他们杀死;接着,他们号召公民争取自由,争取到了所有忒拜人的合作。
ταχὺ δὲ τοῦ πλήθους συνδραμόντος μετὰ τῶν ὅπλων, ἅμʼ ἡμέρᾳ τὴν Καδμείαν πολιορκεῖν ἐπεχείρησαν.
由于群众迅速拿着武器聚集起来,天一亮他们便开始着手围攻卡德米亚。
§15.25.3οἱ δὲ φρουροῦντες τὴν ἄκραν Λακεδαιμόνιοι, μετὰ τῶν συμμάχων ὄντες οὐκ ἐλάττους τῶν χιλίων καὶ πεντακοσίων, εἰς μὲν τὴν Σπάρτην ἐξέπεμψαν τοὺς δηλώσοντας τὴν τῶν Θηβαίων ἐπανάστασιν καὶ βοηθεῖν τὴν ταχίστην παρακαλέσοντας, αὐτοὶ δʼ ἐκ τόπων ὑπερδεξίων ἀμυνόμενοι τοὺς πολιορκοῦντας πολλοὺς μὲν ἀνῄρουν, οὐκ ὀλίγους δὲ κατετραυμάτιζον.
另一方面,驻守卫城的斯巴达人与盟友总共不少于一千五百人,他们派人前往斯巴达通报忒拜人的起义,并敦促他们尽速派兵救援。 他们自己则居高临下进行防御,抵御围攻者,杀死了许多人,并打伤了为数不少的人。
§15.25.4οἱ δὲ Θηβαῖοι μεγάλην δύναμιν προσδοκῶντες ἥξειν ἐκ τῆς Ἑλλάδος Λακεδαιμονίοις, ἐξέπεμψαν πρεσβευτὰς εἰς τὰς Ἀθήνας, ὑπομιμνήσκοντες μὲν ὅτι καὶ αὐτοὶ συγκατήγαγον τὸν δῆμον τῶν Ἀθηναίων καθʼ ὃν καιρὸν ὑπὸ τῶν τριάκοντα τυράννων κατεδουλώθησαν, ἀξιοῦντες δὲ πανδημεὶ βοηθῆσαι καὶ πρὸ τῆς τῶν Λακεδαιμονίων παρουσίας συνεκπολεμῆσαι τὴν Καδμείαν.
而忒拜人预料到将有一支大军从希腊各地赶来援助斯巴达人,于是派使者前往雅典,提醒雅典人,在雅典人被三十人僭主奴役期间,他们也曾协助恢复雅典的民主,并要求雅典人举国出兵救援,在斯巴达人到达之前共同攻下卡德米亚。

词汇与语法注释

  1. 15.25.1τὴν Καδμείαν φρουρούντων Λακεδαιμονίων ἀδίκως καὶ πολλοὺς τῶν ἀξιολόγων ἀνδρῶν πεφυγαδευκότων — 两个由 καί 连接的属格绝对句,表示随后的 συνεστράφησαν 的原因或背景。紧接着是另一个属格绝对句 καὶ συνεπιλαβομένων Ἀθηναίων,修饰主句动词 κατῆλθον 及其主语 οἱ φυγάδες。
  2. 15.25.3τοὺς δηλώσοντας ... καὶ βοηθεῖν τὴν ταχίστην παρακαλέσοντας — 两个将来时分词 δηλώσοντας 和 παρακαλέσοντας 修饰动词 ἐξέπεμψαν 的宾语冠词 τοὺς,表示目的(“前往报告……并请求……的人/使者”)。不定式 βοηθεῖν 作 παρακαλέσοντας 的补充不定式。
  3. 15.25.4ἥξειν ἐκ τῆς Ἑλλάδος Λακεδαιμονίοις — Λακεδαιμονίοις 是与格,作为利害与格修饰不定式 ἥξειν,表示大军(μεγάλην δύναμιν)的到来是为了斯巴达人的利益。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §15.25.1-15.25.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:15.25.1-15.25.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。