Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §15.25.1-15.25.4

ボイオティア戦争の勃発とテバイの蜂起

437 / 723 箇所 · ギリシア語

要旨

アテナイのナウシニコス任期中にボイオティア戦争が勃発する。追放されていたテバイ人が急襲して帰還し、市内のスパルタ支持派を粛清してカドメイアの包囲を開始、アテナイに救援を要請する。

§15.25.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Ναυσινίκου Ῥωμαῖοι χιλιάρχους τέσσαρας ἀντὶ τῶν ὑπάτων κατέστησαν, Μάρκον Κορνήλιον καὶ Κόιντον Σερουίλιον, Μάρκον Φούριον καὶ Λεύκιον Κοΐνκτιον.
アテナイでナウシニコスがアルコンであった時、ローマ人は執政官の代わりに4人の執政武官、すなわちマルクス・コルネリウス、クィントゥス・セルウィリウス、マルクス・フリウス、ルキウス・クィンクティウスを任命した。
ἐπὶ δὲ τούτων ὁ κληθεὶς Βοιωτικὸς πόλεμος ἐνέστη Λακεδαιμονίοις πρὸς Βοιωτοὺς διὰ τοιαύτας αἰτίας.
彼らの任期中に、いわゆるボイオティア戦争が、次のような理由によってスパルタ人とボイオティア人との間で勃発した。
τὴν Καδμείαν φρουρούντων Λακεδαιμονίων ἀδίκως καὶ πολλοὺς τῶν ἀξιολόγων ἀνδρῶν πεφυγαδευκότων, συνεστράφησαν οἱ φυγάδες, καὶ συνεπιλαβομένων Ἀθηναίων κατῆλθον εἰς τὴν πατρίδα νυκτός.
スパルタ人が不当にカドメイアを占領し、著名な人々の多くを追放していたため、追放された者たちは団結し、アテナイ人たちの協力も得て、夜間に祖国へと帰還した。
§15.25.2καὶ πρῶτον μὲν τοὺς τὰ Λακεδαιμονίων φρονοῦντας ἐν ταῖς ἰδίαις οἰκίαις ἐφόνευσαν, ἔτι κοιμωμένους καταλαβόντες·
そしてまず、スパルタ人を支持する者たちがまだ眠っているところを不意に襲って、彼ら自身の家々で殺害した。
ἔπειτα τοὺς πολίτας ἐπὶ τὴν ἐλευθερίαν παρακαλέσαντες συνεργοὺς ἔσχον ἅπαντας τοὺς Θηβαίους.
次いで、市民たちに自由を呼びかけることで、テバイ人全員を協力者とした。
ταχὺ δὲ τοῦ πλήθους συνδραμόντος μετὰ τῶν ὅπλων, ἅμʼ ἡμέρᾳ τὴν Καδμείαν πολιορκεῖν ἐπεχείρησαν.
群衆が武器を手にしてすぐに駆けつけたので、夜明けとともに彼らはカドメイアを包囲し始めた。
§15.25.3οἱ δὲ φρουροῦντες τὴν ἄκραν Λακεδαιμόνιοι, μετὰ τῶν συμμάχων ὄντες οὐκ ἐλάττους τῶν χιλίων καὶ πεντακοσίων, εἰς μὲν τὴν Σπάρτην ἐξέπεμψαν τοὺς δηλώσοντας τὴν τῶν Θηβαίων ἐπανάστασιν καὶ βοηθεῖν τὴν ταχίστην παρακαλέσοντας, αὐτοὶ δʼ ἐκ τόπων ὑπερδεξίων ἀμυνόμενοι τοὺς πολιορκοῦντας πολλοὺς μὲν ἀνῄρουν, οὐκ ὀλίγους δὲ κατετραυμάτιζον.
一方、砦を守っていたスパルタ人は、同盟軍と合わせて1500人を下回らない数であったが、スパルタへ、テバイ人の蜂起を報告し、可及的速やかに救援に来るよう要請するための使者を派遣した。 彼ら自身は高台から防戦して包囲する者たちを阻み、多くの者を殺害し、少なからぬ者を負傷させた。
§15.25.4οἱ δὲ Θηβαῖοι μεγάλην δύναμιν προσδοκῶντες ἥξειν ἐκ τῆς Ἑλλάδος Λακεδαιμονίοις, ἐξέπεμψαν πρεσβευτὰς εἰς τὰς Ἀθήνας, ὑπομιμνήσκοντες μὲν ὅτι καὶ αὐτοὶ συγκατήγαγον τὸν δῆμον τῶν Ἀθηναίων καθʼ ὃν καιρὸν ὑπὸ τῶν τριάκοντα τυράννων κατεδουλώθησαν, ἀξιοῦντες δὲ πανδημεὶ βοηθῆσαι καὶ πρὸ τῆς τῶν Λακεδαιμονίων παρουσίας συνεκπολεμῆσαι τὴν Καδμείαν.
一方、テバイ人は、スパルタのためにギリシア各地から大軍がやって来ることを予想し、アテナイへ使節を派遣した。 彼らは、アテナイ人が三十人僭主によって奴隷化されていた時に自分たちもアテナイの民衆を帰還させるのに協力したことを思い起こさせ、総力を挙げて救援し、スパルタ人が到着する前に、共同してカドメイアを攻略することを求めた。

語釈・文法注

  1. 15.25.1τὴν Καδμείαν φρουρούντων Λακεδαιμονίων ἀδίκως καὶ πολλοὺς τῶν ἀξιολόγων ἀνδρῶν πεφυγαδευκότων — 二つの属格絶対が καί で接続され、後に続く συνεστράφησαν の理由・背景を示している。これに続けてさらに καὶ συνεπιλαβομένων Ἀθηναίων という別の属格絶対が挟まり、主節の主語である οἱ φυγάδες の帰還(κατῆλθον)に係る。
  2. 15.25.3τοὺς δηλώσοντας ... καὶ βοηθεῖν τὴν ταχίστην παρακαλέσοντας — 動詞 ἐξέπεμψαν の目的語である τοὺς に、二つの未来分詞 δηλώσοντας と παρακαλέσοντας が係り、「〜を告げ、かつ〜を求めるための人々(使者)」という目的の意味を表している。βοηθεῖν は παρακαλέσοντας の補足不定詞。
  3. 15.25.4ἥξειν ἐκ τῆς Ἑλλάδος Λακεδαιμονίοις — Λακεδαιμονίοις は与格で、大軍(μεγάλην δύναμιν)の到来がスパルタ人にもたらす「利害」を示しており、不定詞 ἥξειν に係る利害の与格である。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §15.25.1-15.25.4. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:15.25.1-15.25.4

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。