Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §15.26.1-15.26.4

雅典出兵援忒拜与围攻卡德米亚

第 438 段,共 723 段 · 希腊语

内容简介

雅典民众决定援助忒拜,并派遣德莫丰将军率领大军前往。随着波奥蒂亚其他城市的士兵纷纷加入,一支庞大的联军迅速集结,并对卡德米亚展开了昼夜不停的轮番围攻。

§15.26.1ὁ δὲ δῆμος τῶν Ἀθηναίων διακούσας τῶν πρέσβεων ἐψηφίσατο παραχρῆμα δύναμιν ὡς πλείστην ἀποστεῖλαι τὴν ἐλευθερώσουσαν τὰς Θήβας, ἅμα μὲν τῆς εὐεργεσίας ἀποδιδοὺς τὰς χάριτας, ἅμα δὲ βουλόμενος τοὺς Βοιωτοὺς ἐξιδιώσασθαι καὶ συναγωνιστὰς ἰσχυροὺς ἔχειν κατὰ τῆς Λακεδαιμονίων ὑπεροχῆς· τὸ γὰρ ἔθνος τοῦτο καὶ πλήθει τῶν ἀνδρῶν καὶ ἀνδρείᾳ κατὰ πόλεμον οὐδενὸς τῶν Ἑλληνικῶν ἐδόκει λείπεσθαι.
雅典民众听取了使者的详细陈述后,立即投票决定派遣尽可能多的军队去解放忒拜,这部分是为了报答昔日的恩惠,部分是希望将波奥蒂亚人拉拢到自己一边,使其成为对抗斯巴达霸权的强大盟友;因为这个民族在兵员数量和战斗勇气上,似乎都不亚于希腊的任何其他民族。
§15.26.2τέλος δὲ Δημοφῶν κατασταθεὶς στρατηγός, καὶ παραχρῆμα πεντακισχιλίους ὁπλίτας καὶ πεντακοσίους ἱππεῖς καταλέξας, τῇ ὑστεραίᾳ τὴν δύναμιν ἅμʼ ἡμέρᾳ προήγαγεν ἐκ τῆς πόλεως, καὶ δρομαῖος ἠπείγετο, φθάσαι σπεύδων τοὺς Λακεδαιμονίους· οὐδὲν δʼ ἧττον ὁ δῆμος παρεσκευάζετο πανδημεὶ στρατεύειν εἰς τὴν Βοιωτίαν, ἐὰν ᾖ χρεία.
最终,德莫丰被任命为将军,他立即招募了五千名重装步兵和五百名骑兵,于次日天亮时率军出城,并一路跑步疾行,力求抢在斯巴达人之前到达;尽管如此,民众也同样做好了准备,一旦有需要,就举国出征波奥蒂亚。
§15.26.3ὁ δὲ Δημοφῶν συντόμοις ταῖς ὁδοῖς χρησάμενος παραδόξως ἐπεφάνη τοῖς Θηβαίοις.
德莫丰因抄近路而令人意想不到地出现在忒拜人面前。
ὁμοίως δὲ καὶ ἐκ τῶν ἄλλων πόλεων τῶν κατὰ τὴν Βοιωτίαν πολλῶν στρατιωτῶν συνδραμόντων, ταχὺ μεγάλη δύναμις ἠθροίσθη τοῖς Θηβαίοις.
同样,由于波奥蒂亚其他城市的许多士兵也纷纷赶来,一支大军迅速在忒拜人那里集结起来。
§15.26.4ὁπλῖται μὲν γὰρ συνῆλθον οὐκ ἐλάττους τῶν μυρίων καὶ δισχιλίων, ἱππεῖς δὲ πλείους τῶν δισχιλίων.
聚集起来的重装步兵不少于一万二千人,骑兵则超过二千人。
πάντων δὲ προθύμως ἐπὶ τὴν πολιορκίαν ὁρμησάντων διελόμενοι τὰ πλήθη τὰς προσβολὰς ἐκ διαδοχῆς ἐποιοῦντο, προσκαρτεροῦντες τοῖς κινδύνοις συνεχῶς καὶ καθʼ ἡμέραν καὶ νυκτός.
在所有人均满怀热忱地投入围攻后,他们将兵力分成若干部分,轮番发动攻势,无论昼夜都连续不断地顶着危险坚持战斗。

词汇与语法注释

  1. §15.26.1τὴν ἐλευθερώσουσαν — 阴性单数宾格的将来时主动分词,修饰前文的阴性单数名词 δύναμιν(军队),在此表示目的(“为了解放”)。
  2. §15.26.1τῆς εὐεργεσίας — 属格,依附于表达“报答恩惠”的短语 ἀποδιδόναι τὰς χάριτας,表示报答的事由(即前文 §15.25.4 中提到的忒拜曾协助恢复雅典民主政体的恩惠)。
  3. §15.26.2φθάσαι σπεύδων — 动词 σπεύδω(急于、力求)后接不定式 φθάσαι(先一步、抢先到达),意为“急于抢在斯巴达人之前到达”,用以强调德莫丰军事行动的迅速。
  4. §15.26.4διελόμενοι τὰ πλήθη — 主格复数阳性无定过去时中动分词,与主句动词 ἐποιούντο(他们进行)的隐含主语(联军)一致。表示他们将自己的军队划分为不同的部分,以便轮番发动进攻。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §15.26.1-15.26.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:15.26.1-15.26.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。