§15.2.1ἐπʼ ἄρχοντος γὰρ Ἀθήνησι Μυστιχίδου Ῥωμαῖοι μὲν ἀντὶ τῶν ὑπάτων χιλιάρχους τρεῖς κατέστησαν, Μάρκον Φούριον, ἔτι δὲ Γάιον καὶ Αἰμίλιον.
アテナイにおいてミュスティキデスがアルコンであった時、ローマ人たちは執政官の代わりに、マルクス・フリウス、さらにガイウスとアエミリウスの三人の千人隊長を任命した。
ἐπὶ δὲ τούτων Ἀρταξέρξης ὁ τῶν Περσῶν βασιλεὺς ἐστράτευσεν ἐπʼ Εὐαγόραν τὸν Κύπρου βασιλέα.
彼らの在任中に、ペルシア王アルタクセルクセスはキプロス王エウアゴラスに対して遠征を行った。
πολὺν δὲ χρόνον ἀσχοληθεὶς περὶ τὰς εἰς τὸν πόλεμον παρασκευὰς συνεστήσατο δύναμιν ναυτικήν τε καὶ πεζὴν μεγάλην·
彼は戦争の準備に長い時間を費やしたのち、大規模な陸海軍を編成した。
τὸ μὲν γὰρ πεζὸν στράτευμα μυριάδων ἦν τριάκοντα σὺν ἱππεῦσι, τριήρεις δὲ κατεσκεύασε πλείους τῶν τριακοσίων.
すなわち、歩兵部隊は騎兵を合わせて三十万名であり、三段櫂船は三百隻以上を建造した。
§15.2.2στρατηγοὺς δʼ ἀπέδειξε τῆς πεζῆς δυνάμεως Ὀρόνταν κηδεστήν, τῆς δὲ ναυτικῆς Τιρίβαζον, ἄνδρα μεγάλης ἀποδοχῆς τυγχάνοντα παρὰ τοῖς Πέρσαις.
彼は陸上部隊の将軍として義理の息子オロンタスを、海上部隊の将軍としてティリバゾスを任命したが、このティリバゾスはペルシア人たちの間で絶大な信任を得ている男であった。
οὗτοι δὲ παραλαβόντες τὰς δυνάμεις ἐν Φωκαίᾳ καὶ Κύμῃ κατήντησαν εἰς Κιλικίαν, καὶ περαιωθέντες εἰς Κύπρον ἐνεργῶς διῴκουν τὸν πόλεμον.
彼らはポカイアとキュメでこれらの軍勢を受け取ると、キリキアに到着し、さらにキプロスへ渡って精力的に戦争を遂行した。
§15.2.3ὁ δʼ Εὐαγόρασπρὸς μὲν τὸν Ἄκοριν τὸν Αἰγυπτίων βασιλέα, πολέμιον ὄντα Περσῶν, συμμαχίαν ἐποιήσατο καὶ δύναμιν ἀξιόλογον παρʼ αὐτοῦ προσελάβετο, παρʼ Ἑκατόμνου δὲ τοῦ Καρίας δυνάστου, λάθρᾳ συμπράττοντος αὐτῷ, χρημάτων ἔλαβε πλῆθος εἰς διατροφὴν ξενικῶν δυνάμεων·
一方、エウアゴラスは、ペルシア人の敵であるエジプト王アコリスと同盟を結び、彼から有力な援軍を受け取った。 また、彼を秘密裏に援助していたカリアの支配者ヘカトムノスからは、傭兵部隊の維持のために多額の資金を受け取った。
ὁμοίως δὲ καὶ τοὺς ἄλλους τοὺς ἀλλοτρίως ἔχοντας πρὸς Πέρσας, τοὺς μὲν λαθραίως, τοὺς δὲ καὶ φανερῶς ἐπεσπάσατο κοινωνήσοντας τοῦ Περσικοῦ πολέμου.
同様にして、ペルシア人に対して敵対心を抱く他の者たちをも、ある者は秘密裏に、またある者は公然と、ペルシアとの戦争に協力させるよう引き入れた。
§15.2.4ἐκυρίευε δὲ κατὰ μὲν τὴν Κύπρον τῶν πόλεων σχεδόν τι πασῶν, κατὰ δὲ τὴν Φοινίκην Τύρου καί τινων ἑτέρων.
彼はキプロスにおいては、ほぼすべての都市を支配下に置き、フェニキアにおいてはテュロスおよびいくつかの他の都市を支配していた。
εἶχε δὲ τριήρεις μὲν ἐνενήκοντα, καὶ τούτων ὑπῆρχον Τύριαι μὲν εἴκοσι, Κύπριαι δʼ ἑβδομήκοντα, στρατιώτας δʼ ἰδίους μὲν ἑξακισχιλίους, παρὰ δὲ τῶν συμμάχων πολλῷ τούτων πλείους.
彼は三段櫂船を九十隻擁しており、そのうち二十隻はテュロスの、七十隻はキプロスのものであった。 また兵士としては、自分自身の軍勢が六千名、同盟諸国からのものがこれよりはるかに多数であった。
πρὸς δὲ τούτοις μισθοφόρους πολλοὺς ἐξενολόγει, ἔχων χρημάτων δαψίλειαν.
これらに加え、資金が豊富であったため、彼は多くの傭兵を募っていた。
ἔπεμψε δʼ αὐτῷ καὶ ὁ τῶν Ἀράβων βασιλεὺς στρατιώτας οὐκ ὀλίγους καὶ ἄλλοι τινὲς οἱ ἐν ὑποψίαις ὄντες τῷ τῶν Περσῶν βασιλεῖ.
アラビア人の王も彼に少なくない兵士を送り、ペルシア王に対して疑念を抱いている他の者たちも同様であった。