§15.1.1παρʼ ὅλην τὴν πραγματείαν εἰωθότες χρῆσθαι τῇ συνήθει τῆς ἱστορίας παρρησίᾳ, καὶ τοῖς μὲν ἀγαθοῖς ἀνδράσιν ἐπὶ τῶν καλῶν ἔργων τὸν δίκαιον ἐπιλέγειν ἔπαινον, τοὺς δὲ φαύλους, ὅταν ἐξαμαρτάνωσιν, ἀξιοῦν δικαίας ἐπιτιμήσεως, διὰ τοῦ τοιούτου τρόπου νομίζομεν τοὺς μὲν εὖ πεφυκότας πρὸς ἀρετὴν τῷ διὰ τῆς δόξης ἀθανατισμῷ προτρέψεσθαι ταῖς καλλίσταις ἐγχειρεῖν πράξεσι, τοὺς δὲ τὴν ἐναντίαν ἔχοντας διάθεσιν ταῖς ἁρμοττούσαις βλασφημίαις ἀποτρέψειν τῆς ἐπὶ τὴν κακίαν ὁρμῆς.
既然我们在整部著作中都习惯于使用历史特有的直言不讳,对行善的优秀人物给予公正的赞扬,对犯错的恶劣人物给予应得的谴责,我们认为通过这种方式,我们将能够凭借名声带来的永生,促使那些天性向善的人去从事最美好的行为,并用适当的非难,阻止那些具有相反倾向的人产生走向邪恶的冲动。
§15.1.2διὸ καὶ τῇ γραφῇ παρόντες ἐπʼ ἐκείνους τοὺς χρόνους, ἐν οἷς Λακεδαιμόνιοι περὶ Λεῦκτρα παραδόξως ἡττηθέντες μεγάλῃ περιέπεσον συμφορᾷ, καὶ πάλιν περὶ Μαντίνειαν πταίσαντες ἀνελπίστως ἀπέβαλον τὴν τῶν Ἑλλήνων ἡγεμονίαν, ἡγούμεθα δεῖν τὴν ὑπόστασιν τῆς γραφῆς διαφυλάττειν καὶ τὴν ἁρμόττουσαν ἐπιτίμησιν τοῖς Λακεδαιμονίοις ποιήσασθαι.
因此,当我们在撰述中来到那些时期,即斯巴达人在留克特拉意外战败并陷入巨大灾难,且在曼提尼亚再次受挫、出乎意料地失去希腊人的霸权之时,我们认为必须保持撰述的本旨,并对斯巴达人进行适当的谴责。
§15.1.3τίς γὰρ ἂν οὐχ ἡγήσαιτο κατηγορίας αὐτοὺς ἀξίους ὑπάρχειν, οἵτινες παρὰ τῶν προγόνων παραλαβόντες ἡγεμονίαν κάλλιστα τεθεμελιωμένην, καὶ ταύτην διὰ τὴν ἀρετὴν τῶν προγόνων διαφυλαχθεῖσαν ἔτη πλείω τῶν πεντακοσίων, οἱ τότε Λακεδαιμόνιοι διὰ τὴν ἑαυτῶν ἀβουλίαν καταλυθεῖσαν ἐπεῖδον, οὐκ ἀλόγως.
因为,有谁会不认为他们应当受到指责呢? 他们从祖先那里继承了奠定得极好的霸权,这霸权因祖先的美德而被保存了五百多年,而那时的斯巴达人却因自己的愚蠢而眼睁睁看着它被瓦解——这绝非没有道理。
οἱ μὲν γὰρ πρὸ αὐτῶν βεβιωκότες πολλοῖς πόνοις καὶ μεγάλοις κινδύνοις τὴν τηλικαύτην κατεκτήσαντο δόξαν, ἐπιεικῶς καὶ φιλανθρώπως προσφερόμενοι τοῖς ὑποτεταγμένοις· οἱ δὲ μεταγενέστεροι βιαίως καὶ χαλεπῶς χρώμενοι τοῖς συμμάχοις, ἔτι δὲ πολέμους ἀδίκους καὶ ὑπερηφάνους ἐνιστάμενοι πρὸς τοὺς Ἕλληνας, οὐκ ἀλόγως ἀπέβαλον τὴν ἀρχὴν διὰ τὰς ἰδίας ἀβουλίας.
因为在他们之前生活的人,通过许多辛劳和巨大的危险获得了如此巨大的声誉,对臣属温和且人道;而较晚的一辈却残暴且苛刻地对待盟友,更有甚者,向希腊人发起非正义且傲慢的战争,因此由于他们自己的愚蠢而失去统治权,这绝非没有道理。
§15.1.4ἐν γὰρ ταῖς συμφοραῖς αὐτῶν τὸ μῖσος τῶν ἀδικουμένων ἔλαβε καιρὸν ἀμύνασθαι τοὺς προηδικηκότας, καὶ τοῖς ἐκ προγόνων ἀνικήτοις γεγονόσι τοσαύτη καταφρόνησις ἐπηκολούθησεν, ὅσην εἰκός ἐστι γενέσθαι κατὰ τῶν ἀναιρούντων τὰς τῶν προγόνων ἀρετάς.
因为在他们的灾难中,受害者的仇恨获得了向先前加害他们的人进行报复的机会,而对于那些自祖辈以来便无敌的人,也随之招致了极大的蔑视,这种蔑视正如同对待那些毁灭祖辈美德的人所理应产生的一样。
§15.1.5τοιγαροῦν Θηβαῖοι μὲν οἱ πρότερον ἐπὶ πολλὰς γενεὰς τοῖς κρείττοσιν ὑποτεταγμένοι, τότε τούτους ἀνελπίστως νικήσαντες ἡγεμόνες κατέστησαν τῶν Ἑλλήνων, Λακεδαιμόνιοι δὲ μετὰ τὴν ἀφαίρεσιν τῆς ἡγεμονίας οὐδέποτʼ ἐδυνήθησαν ἀναλαβεῖν τὸ τῶν προγόνων ἀξίωμα.
因此,先前许多代都臣服于强者的底比斯人,那时出乎意料地击败了他们,成为了希腊人的领袖,而斯巴达人在失去霸权之后,再也未能恢复其祖辈的尊严。
§15.1.6ἡμεῖς δὲ τούτοις ἀρκούντως ἐπιτετιμηκότες ἐπὶ τὸ συνεχὲς τῆς ἱστορίας μεταβησόμεθα προδιορίσαντες τοὺς οἰκείους τῇ γραφῇ χρόνους.
我们在对他们进行了充分的谴责后,将在预先界定好适合本卷的时代之后,转入历史的连续叙述。
ἡ μὲν οὖν πρὸ ταύτης βύβλος, οὖσα τῆς ὅλης συντάξεως τεσσαρεσκαιδεκάτη, τὸ τέλος ἔσχε τῶν πράξεων εἰς τὸν Ῥηγίνων ἀνδραποδισμὸν ὑπὸ Διονυσίου καὶ τὴν ἅλωσιν τῆς Ῥώμης ὑπὸ Γαλατῶν, ἥτις ἐγένετο κατὰ τὸν προηγούμενον ἐνιαυτὸν τῆς Περσῶν στρατείας εἰς Κύπρον ἐπʼ Εὐαγόραν τὸν βασιλέα· ἐν ταύτῃ δὲ τὴν ἀρχὴν ἀπὸ τούτου τοῦ πολέμου ποιησάμενοι καταλήξομεν ἐπὶ τὸν προηγούμενον ἐνιαυτὸν τῆς Φιλίππου τοῦ Ἀμύντου βασιλείας.
这前一卷,即整部编纂中的第十四卷,叙述结束于狄奥尼修斯对雷吉翁人的奴役以及高卢人攻陷罗马,这发生在波斯人对国王埃瓦戈拉斯进行塞浦路斯远征的前一年;而在本卷中,我们将以此战为起点,并结束于阿敏塔斯之子腓力统治的前一年。