Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §15.18.1-15.18.4

塔科斯建立莱乌克与克拉佐门尼占领该城

第 430 段,共 723 段 · 希腊语

内容简介

在亚洲叛乱领袖格罗斯遇刺后,其继承人塔科斯建立莱乌克城,但在他死后克拉佐门尼与库迈争夺该城。克拉佐门尼人通过巧妙的计谋满足了德尔斐神谕的条件,从而占领了莱乌克并设立节日纪念,此后亚洲的叛乱自然平息。

§15.18.1κατὰ δὲ τὴν Ἀσίαν Γλῶς ὁ ναυαρχήσας τῶν Περσῶν ἐν τῷ Κυπριακῷ πολέμῳ, ἀποστάτης ὢν τοῦ βασιλέως καὶ τούς τε Λακεδαιμονίους καὶ τὸν Αἰγυπτίων βασιλέα παρακεκληκὼς εἰς τὸν πρὸς Πέρσας πόλεμον, δολοφονηθεὶς ὑπό τινων οὐ συνετέλεσε τὴν προαίρεσιν.
在亚洲,曾在塞浦路斯战争中担任波斯舰队统帅、反叛国王并邀请拉栖代梦人和埃及国王加入对抗波斯人战争的格罗斯,被某些人暗杀,未能实现其意图。
μετὰ δὲ τὴν τούτου τελευτὴν Ταχὼς διαδεξάμενος τὰς τούτου πράξεις συνεστήσατο περὶ αὑτὸν δύναμιν, καὶ πόλιν ἔκτισε πλησίον τῆς θαλάσσης ἐπί τινος κρημνοῦ τὴν ὀνομαζομένην Λεύκην, ἔχουσαν ἱερὸν ἅγιον Ἀπόλλωνος.
在他死后,塔科斯接管了他的事业,在自己周围聚集了一股力量,并在海边的一处悬崖上建立了一座名为莱乌克的城市,城中有一座神圣的阿波罗神庙。
§15.18.2μετʼ ὀλίγον δὲ χρόνον αὐτοῦ τελευτήσαντος ἠμφισβήτησαν τῆς πόλεως ταύτης Κλαζομένιοι καὶ Κυμαῖοι.
不久之后,当他去世时,克拉佐门尼人和库迈人对这座城市产生了争端。
τὸ μὲν οὖν πρῶτον ἐπεχείρησαν αἱ πόλεις πολέμῳ διακρίνεσθαι, μετὰ δὲ ταῦτα εἰπόντος τινὸς ἐρωτῆσαι τὸν θεόν, ποτέραν τῶν πόλεων κρίνει κυρίαν εἶναι δεῖν τῆς Λεύκης, ἔκρινεν ἡ Πυθία ταύτην ὑπάρχειν, ἥτις ἂν πρώτη θύσῃ ἐν τῇ Λεύκῃ· ὁρμηθῆναι δὲ ἐκ τῆς ἰδίας πόλεως ἅμʼ ἡλίῳ ἀνιόντι κατὰ τὴν ἡμέραν, ἣν ἀμφότεροι συμφώνως ὑποστήσονται.
起初,这些城市试图通过战争来解决争端,但此后,由于有人建议向神明请示,判定这两座城市中哪一座应当成为莱乌克的主人,皮提娅判定应当归属于最先在莱乌克献祭的那一方;但规定必须在双方一致同意的一天里,在太阳升起时,从各自的城市出发。
§15.18.3ταχθείσης δὲ τῆς ἡμέρας, οἱ μὲν Κυμαῖοι ὑπελάμβανον ἑαυτοὺς πλεονεκτεῖν διὰ τὸ τὴν αὑτῶν πόλιν ἐγγυτέρω κεῖσθαι, οἱ δὲ Κλαζομένιοι, διάστημα πλέον ἀπέχοντες, τεχνάζονταί τι τοιοῦτο πρὸς τὴν νίκην· κληρώσαντες ἐξ ἑαυτῶν ἀποίκους ἔκτισαν πλησίον τῆς Λεύκης πόλιν, ἐξ ἧς ὁρμηθέντες ἅμʼ ἡλίῳ ἀνατέλλοντι ἔφθασαν τοὺς Κυμαίους τὴν θυσίαν ἐπιτελέσαντες.
在指定了日子后,库迈人认为自己占有优势,因为他们自己的城市离得更近,而距离更远的克拉佐门尼人则为了获得胜利策划了这样一个计谋:他们从自己人中抽签选出殖民者,在莱乌克附近建立了一座城市,在太阳升起时从那里出发,抢在库迈人之前完成了献祭。
§15.18.4τούτῳ δὲ τῷ φιλοτεχνήματι γενόμενοι κύριοι τῆς Λεύκης, ἐπώνυμον ἑορτὴν ἄγειν κατʼ ἐνιαυτὸν ἐνεστήσαντο, τὴν πανήγυριν ὀνομάσαντες προφθάσειαν.
凭借这一巧妙的计谋,他们成为了莱乌克的主人,并设立了年度节日来纪念这一事件,将这一集会命名为“普罗夫塔塞亚”。
τούτων δὲ πραχθέντων αἱ μὲν κατὰ τὴν Ἀσίαν ἐπαναστάσεις αὐτομάτως κατελύθησαν.
这些事情办完后,亚洲的叛乱便自行平息了。

词汇与语法注释

  1. 15.18.1ἀποστάτης ὢν τοῦ βασιλέως — 分词 ὢν 是与主格主语 Γλῶς 一致的形容词性(或伴随状况)分词。τοῦ βασιλέως(国王)在上下文中指波斯国王阿尔塔薛西斯二世,作分离属格。
  2. 15.18.2εἰπόντος τινὸς ἐρωτῆσαι τὸν θεόν — 句中的 εἰπόντος τινός 为属格独立结构。不定式 ἐρωτῆσαι 依附于分词 εἰπόντος(源自 λέγω,意为“提议”或“建议”),起着间接命令的作用。
  3. 15.18.2ὁρμηθῆναι δὲ ἐκ τῆς ἰδίας πόλεως — 不定式 ὁρμηθῆναι(被动形式,但具有主动或不及物意义,“出发”)用于间接引语中,依附于 ἔκρινεν,代表神谕施加的条件。该不定式的主语虽被省略,但指代竞争的双当事方。
  4. 15.18.3ἔφθασαν τοὺς Κυμαίους τὴν θυσίαν ἐπιτελέσαντες — 动词 φθάνω 与宾格对象(τοὺς Κυμαίους)以及补充性分词(ἐπιτελέσαντες)连用的经典句型,意为“抢在某人之前做某事”。此处表示克拉佐门尼人抢在库迈人之前完成了献祭。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §15.18.1-15.18.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:15.18.1-15.18.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。