§15.18.1κατὰ δὲ τὴν Ἀσίαν Γλῶς ὁ ναυαρχήσας τῶν Περσῶν ἐν τῷ Κυπριακῷ πολέμῳ, ἀποστάτης ὢν τοῦ βασιλέως καὶ τούς τε Λακεδαιμονίους καὶ τὸν Αἰγυπτίων βασιλέα παρακεκληκὼς εἰς τὸν πρὸς Πέρσας πόλεμον, δολοφονηθεὶς ὑπό τινων οὐ συνετέλεσε τὴν προαίρεσιν.
アジアにおいては、キプロス戦争でペルシア人の艦隊を率い、王への反逆者となってスパルタ人およびエジプト王をペルシアに対する戦争へと誘い入れたグロースが、何者かによって暗殺され、その企てを果たすことができなかった。
μετὰ δὲ τὴν τούτου τελευτὴν Ταχὼς διαδεξάμενος τὰς τούτου πράξεις συνεστήσατο περὶ αὑτὸν δύναμιν, καὶ πόλιν ἔκτισε πλησίον τῆς θαλάσσης ἐπί τινος κρημνοῦ τὴν ὀνομαζομένην Λεύκην, ἔχουσαν ἱερὸν ἅγιον Ἀπόλλωνος.
彼の死後、タコスが彼の事業を引き継いで自らの周りに軍事力を結集し、海の近くの崖の上にレウケと呼ばれる、アポロンの神聖な神殿を持つ都市を創建した。
§15.18.2μετʼ ὀλίγον δὲ χρόνον αὐτοῦ τελευτήσαντος ἠμφισβήτησαν τῆς πόλεως ταύτης Κλαζομένιοι καὶ Κυμαῖοι.
それから間もなく彼が死ぬと、クラゾメナイ人とキュメ人がこの都市を巡って争った。
τὸ μὲν οὖν πρῶτον ἐπεχείρησαν αἱ πόλεις πολέμῳ διακρίνεσθαι, μετὰ δὲ ταῦτα εἰπόντος τινὸς ἐρωτῆσαι τὸν θεόν, ποτέραν τῶν πόλεων κρίνει κυρίαν εἶναι δεῖν τῆς Λεύκης, ἔκρινεν ἡ Πυθία ταύτην ὑπάρχειν, ἥτις ἂν πρώτη θύσῃ ἐν τῇ Λεύκῃ·
最初、両都市は戦争によって決着をつけようとしたが、その後、神託を伺うべきだとある者が提案したので、どちらの都市がレウケの主たる支配者であるべきかを神に尋ねると、ピュティアは、レウケで最初に犠牲を捧げた方の都市がそれになる(支配権を持つ)と神託を下した。
ὁρμηθῆναι δὲ ἐκ τῆς ἰδίας πόλεως ἅμʼ ἡλίῳ ἀνιόντι κατὰ τὴν ἡμέραν, ἣν ἀμφότεροι συμφώνως ὑποστήσονται.
ただし、双方が合意して定める日に、日の出とともに各々の都市を出発しなければならなかった。
§15.18.3ταχθείσης δὲ τῆς ἡμέρας, οἱ μὲν Κυμαῖοι ὑπελάμβανον ἑαυτοὺς πλεονεκτεῖν διὰ τὸ τὴν αὑτῶν πόλιν ἐγγυτέρω κεῖσθαι, οἱ δὲ Κλαζομένιοι, διάστημα πλέον ἀπέχοντες, τεχνάζονταί τι τοιοῦτο πρὸς τὴν νίκην·
その日が指定されると、キュメ人たちは自分たちの都市の方が近くに位置していることから自分たちが有利であると考えたが、より遠くに離れているクラゾメナイ人たちは、勝利のために次のような計略をめぐらせた。
κληρώσαντες ἐξ ἑαυτῶν ἀποίκους ἔκτισαν πλησίον τῆς Λεύκης πόλιν, ἐξ ἧς ὁρμηθέντες ἅμʼ ἡλίῳ ἀνατέλλοντι ἔφθασαν τοὺς Κυμαίους τὴν θυσίαν ἐπιτελέσαντες.
彼らは自分たちの中から抽選で入植者を選び、レウケの近くに都市を創建し、そこから日の出とともに出発して、キュメ人たちに先んじて犠牲を執り行うことに成功した。
§15.18.4τούτῳ δὲ τῷ φιλοτεχνήματι γενόμενοι κύριοι τῆς Λεύκης, ἐπώνυμον ἑορτὴν ἄγειν κατʼ ἐνιαυτὸν ἐνεστήσαντο, τὴν πανήγυριν ὀνομάσαντες προφθάσειαν.
この巧妙な策略によってレウケの支配者となった彼らは、年に一度、それにちなんだ祭りを祝うことを定め、その祝祭を「プロプタシアン」と名付けた。
τούτων δὲ πραχθέντων αἱ μὲν κατὰ τὴν Ἀσίαν ἐπαναστάσεις αὐτομάτως κατελύθησαν.
これらの出来事ののち、アジアにおける反乱は自然に終息した。