§15.19.1Λακεδαιμόνιοι δὲ μετὰ τὸν τοῦ Γλῶ καὶ τοῦ Ταχῶ θάνατον τὰς μὲν κατὰ τὴν Ἀσίαν πράξεις ἀπέγνωσαν, τὰ δὲ κατὰ τὴν Ἑλλάδα συσκευαζόμενοι, καὶ τῶν πόλεων ἃς μὲν πειθοῖ προσαγόμενοι, ἃς δὲ διὰ τῆς τῶν φυγάδων καθόδου βίᾳ χειρούμενοι, φανερῶς ἤδη τὴν ἡγεμονίαν τῆς Ἑλλάδος εἰς ἑαυτοὺς μεθίστασαν παρὰ τὰς κοινὰς συνθήκας τὰς ἐπʼ Ἀνταλκίδου γενομένας συνεπιλαβομένου τοῦ Περσῶν βασιλέως.
在格罗斯和塔科斯死后,拉栖代梦人放弃了在亚洲的行动,转而图谋希腊事务;他们或通过说服拉拢一些城市,或通过恢复流亡者之位以武力征服另一些城市,公然将希腊的霸权据为己有,这违背了在波斯国王协助下达成的《安塔尔基达斯和约》。
§15.19.2κατὰ δὲ τὴν Μακεδονίαν Ἀμύντου τοῦ βασιλέως ἡττηθέντος ὑπὸ Ἰλλυριῶν καὶ τὰ κατὰ τὴν ἀρχὴν ἀπογνόντος, πρὸς δὲ τούτοις τῷ δήμῳ τῶν Ὀλυνθίων δωρησαμένου πολλὴν τῆς ὁμόρου χώρας διὰ τὴν ἀπόγνωσιν τῆς ἑαυτοῦ δυναστείας, τὸ μὲν πρῶτον ὁ δῆμος ὁ τῶν Ὀλυνθίων τὰς προσόδους ἐλάμβανε τὰς ἐκ τῆς δοθείσης χώρας, μετὰ δὲ ταῦτʼ ἀνελπίστως τοῦ βασιλέως ἀναλαβόντος ἑαυτὸν καὶ τὴν ὅλην ἀρχὴν ἀνακτησαμένου οἱ μὲν Ὀλύνθιοι τὴν χώραν ἀπαιτηθέντες οὐχ οἷοι ἦσαν ἀποδιδόναι.
在马其顿,国王阿明塔斯被伊利里亚人击败,对自己的王国感到绝望,此外,由于对自己的政权失去信心,他将大量邻近的土地赠送给了奥林索斯人民,起初奥林索斯人民还从这些赠地中获取税收;但此后,国王出乎意料地重新振作并夺回了整个王国的统治权,而奥林索斯人在被要求归还土地时,却不愿予以归还。
§15.19.3διόπερ Ἀμύντας ἰδίαν τε δύναμιν συνεστήσατο καὶ τοὺς Λακεδαιμονίους ποιησάμενος συμμάχους ἔπεισεν ἐξαποστεῖλαι στρατηγὸν καὶ δύναμιν ἀξιόλογον ἐπὶ τοὺς Ὀλυνθίους.
因此,阿明塔斯不仅组织了自己的军队,还与拉栖代梦人结盟,说服他们派遣一名将军和一支相当规模的军队去对付奥林索斯人。
οἱ δὲ Λακεδαιμόνιοι κρίναντες ἀντέχεσθαι τῶν ἐπὶ Θρᾴκης τόπων, κατέλεξαν στρατιώτας ἔκ τε τῶν πολιτῶν καὶ παρὰ τῶν συμμάχων τοὺς ἅπαντας ὑπὲρ μυρίους· παραδόντες δὲ τὴν δύναμιν Φοιβίδᾳ τῷ Σπαρτιάτῃ προσέταξαν συμμαχεῖν τῷ Ἀμύντᾳ καὶ μετʼ ἐκείνου πολεμῆσαι τοὺς Ὀλυνθίους.
拉栖代梦人判定应当染指色雷斯地区,于是从公民和盟友中招募了总计一万多名士兵;他们将这支军队交给了斯巴达人菲比达斯,命令他与阿明塔斯结盟,并与他一同攻打奥林索斯人。
ἑτέραν δὲ δύναμιν ἐπὶ Φλιουντίους ἐκπέμψαντες καὶ μάχῃ νικήσαντες ἠνάγκασαν ὑποταγῆναι τοὺς Φλιουντίους τοῖς Λακεδαιμονίοις.
同时,他们又派出了另一支军队去对付弗利乌斯人,并在战斗中击败了他们,强迫弗利乌斯人臣服于拉栖代梦人。
§15.19.4κατὰ δὲ τοῦτον τὸν χρόνον οἱ βασιλεῖς τῶν Λακεδαιμονίων διεφέροντο πρὸς ἀλλήλους ταῖς αἱρέσεσιν·
此时,拉栖代梦的两名国王在政策上存在分歧。
Ἀγησίπολις μὲν γάρ, εἰρηνικὸς ὢν καὶ δίκαιος, ἔτι δὲ καὶ συνέσει διαφέρων, ἔφη δεῖν ἐμμένειν τοῖς ὅρκοις καὶ παρὰ τὰς κοινὰς συνθήκας μὴ καταδουλοῦσθαι τοὺς Ἕλληνας· ἀδοξεῖν γὰρ ἀπεφήνατο τὴν Σπάρτην τοῖς μὲν Πέρσαις ἐκδότους πεποιημένην τοὺς κατὰ τὴν Ἀσίαν Ἕλληνας, αὐτὴν δὲ συσκευαζομένην τὰς κατὰ τὴν Ἑλλάδα πόλεις, ἐν ταῖς κοιναῖς συνθήκαις ὀμόσασαν τηρήσειν αὐτονόμους.
阿格西波利斯爱好和平且公正,而且在智慧上出类拔萃,他主张应当遵守誓言,不应违背共同条约去奴役希腊人;他指出,斯巴达一方面将亚洲的希腊人出卖给波斯人,另一方面却图谋希腊本土的城市,而它曾在共同条约中宣誓要维护这些城市的自主,这必将招致恶名。
ὁ δʼ Ἀγησίλαος, ὢν φύσει δραστικός, φιλοπόλεμος ἦν καὶ τῆς τῶν Ἑλλήνων δυναστείας ἀντείχετο.
而阿格西劳斯天性积极,好战,且执着于对希腊人的统治。