§15.17.1Λεπτίνης μὲν γὰρ ἐπὶ θατέρου κέρως τεταγμένος καὶ διαφέρων ἀνδρείᾳ, μαχόμενος ἡρωικῶς καὶ πολλοὺς ἀνελὼν τῶν Καρχηδονίων ἐπιφανῶς κατέστρεψε τὸν βίον· τούτου δὲ πεσόντος οἱ Φοίνικες θαρρήσαντες καὶ βιασάμενοι τοὺς ἀντιτεταγμένους ἐτρέψαντο.
因为被部署在其中一翼且勇猛超群的莱普提涅斯,在英勇作战并杀死了许多迦太基人之后,光荣地结束了生命;而当他倒下时,腓尼基人备受鼓舞,击退了与他们对峙的人,并使之溃败。
§15.17.2Διονύσιος δὲ τὸ μὲν πρῶτον ἔχων ἐπιλέκτους τοὺς συντεταγμένους προετέρει τῶν ἀντιτεταγμένων· ὡς δʼ ὁ τοῦ Λεπτίνου θάνατος ἐγνώσθη καὶ τὸ ἕτερον κέρας συνετέτριπτο, κατεπλάγησαν οἱ τοῦ Διονυσίου καὶ πρὸς φυγὴν ὥρμησαν.
狄奥尼修斯起初将排好阵势的部下作为精锐率领,对与之对峙的敌人占有优势;但当莱普提涅斯的死讯传开,且另一翼被击碎时,狄奥尼修斯的人马惊恐万分,开始逃跑。
§15.17.3τροπῆς δὲ παντελοῦς γενομένης, οἱ μὲν Καρχηδόνιοι φιλοτιμότερον καταδιώξαντες παρήγγελλον ἀλλήλοις μηδένα ζωγρεῖν· διὸ καὶ πάντων τῶν περικαταλαμβανομένων ἀναιρουμένων πᾶς ὁ πλησίον τόπος νεκρῶν ἐπληρώθη.
当彻底的溃败发生时,迦太基人更加入神地追击,并互相传令不留活口;因此,随着所有被包围的人都被杀死,附近所有的土地都填满了尸体。
§15.17.4τοσοῦτος δʼ ἐγένετο φόνος, μνησικακούντων τῶν Φοινίκων, ὥστε τοὺς ἀναιρεθέντας εὑρεθῆναι τῶν Σικελιωτῶν πλείους τῶν μυρίων καὶ τετρακισχιλίων.
由于腓尼基人怀恨在心,杀戮如此惨重,以至于被杀的西西里人被发现达一万四千多人。
οἱ δὲ περιλειφθέντες καταφυγόντες εἰς τὴν παρεμβολὴν τῆς νυκτὸς ἐπιγενομένης διεσώθησαν.
幸存者逃入营地,因夜色降临而得以生还。
οἱ δὲ Καρχηδόνιοι μεγάλῃ παρατάξει νικήσαντες ἀνεχώρησαν εἰς Πάνορμον.
迦太基人在大捷后撤回了巴诺穆斯。
§15.17.5ἀνθρωπίνως δὲ τὴν εὐημερίαν ἐνεγκόντες ἀπέστειλαν πρεσβευτάς, δόντες ἐξουσίαν τῷ Διονυσίῳ καταλύσασθαι τὸν πόλεμον.
然而,他们以温和的态度对待这一胜利,派遣了使节,给狄奥尼修斯提供了结束战争的机会。
ἀσμένως δὲ τοῦ τυράννου προσδεξαμένου τοὺς λόγους ἐγένοντο διαλύσεις, ὥστʼ ἔχειν ἀμφοτέρους ὧν πρότερον ὑπῆρχον κύριοι· ἐξαίρετον δʼ ἔλαβον οἱ Καρχηδόνιοι τὴν τῶν Σελινουντίων πόλιν τε καὶ χώραν καὶ τῆς Ἀκραγαντίνης μέχρι τοῦ Ἁλύκου καλουμένου ποταμοῦ.
由于僭主欣然接受了这些提议,双方达成了和解,使得双方各自保留原先拥有的领土;但迦太基人作为特权获得了塞利努斯人的城市和土地,以及阿克拉加斯领土中直抵被称为哈吕克斯的河流为止的部分。
ἔτισε δὲ Διονύσιος τοῖς Καρχηδονίοις τάλαντα χίλια.
狄奥尼修斯还向迦太基人支付了一千塔兰同。
καὶ τὰ μὲν κατὰ Σικελίαν ἐν τούτοις ἦν.
西西里的局势至此便处于这种状态。